Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.24 Xen. Cyr. 5.2.28 (English) >>Xen. Cyr. 5.2.31

5.2.26οὐκοῦν, ἔφη, οἴεσθε νῦν αὐτοὺς ἀμφοτέρους ἡδέως ἂν ἐπιβῆναι μεθ’ ἡμῶν τῷ Ἀσσυρίῳ; ἔφασαν καὶ σφόδρ’ ἄν, εἴ πῄ γε δύναιντο συμμεῖξαι. τί δ’, ἔφη, ἐν μέσῳ ἐστὶ τοῦ συμμεῖξαι; Ἀσσύριοι, ἔφασαν, τὸ αὐτὸ ἔθνος δι’ οὗπερ νυνὶ πορεύῃ. 5.2.27ἐπεὶ δὲ ταῦτα ἤκουσεν Κῦρος, τί γάρ, ἔφη, Γωβρύα, οὐ σὺ τοῦ νεανίσκου τούτου ὃς νῦν εἰς τὴν βασιλείαν καθέστηκεν ὑπερηφανίαν πολλήν τινα τοῦ τρόπου κατηγόρεις; τοιαῦτα γάρ, οἶμαι, ἔφη Γωβρύας, ἔπαθον ὑπ’ αὐτοῦ. πότερα δῆτα, ἔφη Κῦρος, εἰς σὲ μόνον τοιοῦτος ἐγένετο καὶ εἰς ἄλλους τινάς; 5.2.28νὴ Δί’, ἔφη Γωβρύας, καὶ εἰς ἄλλους γε πολλούς· ἀλλὰ τοὺς μὲν ἀσθενοῦντας οἷα ὑβρίζει τί δεῖ λέγειν; ἑνὸς δὲ ἀνδρὸς πολὺ δυνατωτέρου ἐγὼ υἱόν, καὶ ἐκείνου ἑταῖρον ὄντα ὥσπερ τὸν ἐμόν, συμπίνοντα παρ’ ἑαυτῷ συλλαβὼν ἐξέτεμεν, ὡς μέν τινες ἔφασαν, ὅτι παλλακὴ αὐτοῦ ἐπῄνεσεν αὐτὸν ὡς καλὸς εἴη καὶ ἐμακάρισε τὴν μέλλουσαν αὐτῷ γυναῖκα ἔσεσθαι· ὡς δ’ αὐτὸς νῦν λέγει, ὅτι ἐπείρασεν αὐτοῦ τὴν παλλακίδα. καὶ νῦν οὗτος εὐνοῦχος μέν ἐστι, τὴν δ’ ἀρχὴν ἔχει, ἐπεὶ πατὴρ αὐτοῦ ἐτελεύτησεν. 5.2.29οὐκοῦν, ἔφη, οἴει ἂν καὶ τοῦτον ἡδέως ἡμᾶς ἰδεῖν, εἰ οἴοιτο αὑτῷ βοηθοὺς ἂν γενέσθαι; εὖ μὲν οὖν, ἔφη, οἶδα, Γωβρύας· ἀλλ’ ἰδεῖν τοι αὐτὸν χαλεπόν ἐστιν, Κῦρε. πῶς; ἔφη Κῦρος. ὅτι εἰ μέλλει τις ἐκείνῳ συμμείξειν, παρ’ αὐτὴν τὴν Βαβυλῶνα δεῖ παριέναι.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.24 Xen. Cyr. 5.2.28 (English) >>Xen. Cyr. 5.2.31

Powered by PhiloLogic