Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.21 Xen. Cyr. 5.2.26 (English) >>Xen. Cyr. 5.2.29

5.2.24καὶ γὰρ ἐμοὶ μὲν πολέμιός ἐστιν, οὐκ ἐμὲ μισῶν, ἀλλ’ οἰόμενος ἀσύμφορον αὑτῷ μεγάλους εἶναι ἡμᾶς, καὶ στρατεύει διὰ τοῦτο ἐφ’ ἡμᾶς· ὑμᾶς δὲ καὶ μισεῖ, ἀδικεῖσθαι νομίζων ὑφ’ ὑμῶν. πρὸς ταῦτα ἀπεκρίναντο ἀμφότεροι κατὰ ταὐτά, περαίνειν τι μέλλει ὡς ταῦτ’ εἰδόσι σφίσι καὶ μέλον αὐτοῖς ἰσχυρῶς ὅπῃ τὸ μέλλον ἀποβήσοιτο.

5.2.25ἐνταῦθα δὴ ἤρξατο ὧδε· λέξατε δή μοι, ἔφη, ὑμᾶς νομίζει μόνους πολεμικῶς ἔχειν Ἀσσύριος πρὸς ἑαυτόν, ἐπίστασθε καὶ ἄλλον τινὰ αὐτῷ πολέμιον; ναὶ μὰ Δί’, ἔφη, Ὑρκάνιος, πολεμιώτατοι μέν εἰσιν αὐτῷ Καδούσιοι, ἔθνος πολύ τε καὶ ἄλκιμον· Σάκαι γε μὴν ὅμοροι ἡμῖν, οἳ κακὰ πολλὰ πεπόνθασιν ὑπὸ τοῦ Ἀσσυρίου· ἐπειρᾶτο γὰρ κἀκείνους ὥσπερ καὶ ἡμᾶς καταστρέψασθαι. 5.2.26οὐκοῦν, ἔφη, οἴεσθε νῦν αὐτοὺς ἀμφοτέρους ἡδέως ἂν ἐπιβῆναι μεθ’ ἡμῶν τῷ Ἀσσυρίῳ; ἔφασαν καὶ σφόδρ’ ἄν, εἴ πῄ γε δύναιντο συμμεῖξαι. τί δ’, ἔφη, ἐν μέσῳ ἐστὶ τοῦ συμμεῖξαι; Ἀσσύριοι, ἔφασαν, τὸ αὐτὸ ἔθνος δι’ οὗπερ νυνὶ πορεύῃ. 5.2.27ἐπεὶ δὲ ταῦτα ἤκουσεν Κῦρος, τί γάρ, ἔφη, Γωβρύα, οὐ σὺ τοῦ νεανίσκου τούτου ὃς νῦν εἰς τὴν βασιλείαν καθέστηκεν ὑπερηφανίαν πολλήν τινα τοῦ τρόπου κατηγόρεις; τοιαῦτα γάρ, οἶμαι, ἔφη Γωβρύας, ἔπαθον ὑπ’ αὐτοῦ. πότερα δῆτα, ἔφη Κῦρος, εἰς σὲ μόνον τοιοῦτος ἐγένετο καὶ εἰς ἄλλους τινάς;



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.21 Xen. Cyr. 5.2.26 (English) >>Xen. Cyr. 5.2.29

Powered by PhiloLogic