Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.7 Xen. Cyr. 5.2.10 (English) >>Xen. Cyr. 5.2.15

5.2.9καὶ Γωβρύας θαυμάσας τε τί τοῦτ’ εἴη καὶ ὑποπτεύσας μὴ τὴν θυγατέρα λέγοι, οὕτως ἤρετο· καὶ τί τοῦτ’ ἔστιν, ἔφη, Κῦρε; καὶ Κῦρος ἀπεκρίνατο· ὅτι, ἔφη, ἐγώ, Γωβρύα, πολλοὺς μὲν οἶμαι εἶναι ἀνθρώπους οἳ οὔτε ἀσεβεῖν ἂν θέλοιεν οὔτε ἀδικεῖν οὔτε ἂν ψεύδοιντο ἑκόντες εἶναι· διὰ δὲ τὸ μηδένα αὐτοῖς ἠθεληκέναι προέσθαι μήτε χρήματα πολλὰ μήτε τυραννίδα μήτε τείχη ἐρυμνὰ μήτε τέκνα ἀξιέραστα, ἀποθνῄσκουσι πρότερον πρὶν δῆλοι γενέσθαι οἷοι ἦσαν· 5.2.10ἐμοὶ δὲ σὺ νυνὶ καὶ τείχη ἐρυμνὰ καὶ πλοῦτον παντοδαπὸν καὶ δύναμιν τὴν σὴν καὶ θυγατέρα ἀξιόκτητον ἐγχειρίσας πεποίηκάς με δῆλον γενέσθαι πᾶσιν ἀνθρώποις ὅτι οὔτ’ ἂν ἀσεβεῖν περὶ ξένους θέλοιμι οὔτ’ ἂν ἀδικεῖν χρημάτων ἕνεκα οὔτε συνθήκας ἂν ψευδοίμην ἑκὼν εἶναι. 5.2.11τούτων ἐγώ, εὖ ἴσθι, ἕως ἂν ἀνὴρ δίκαιος καὶ δοκῶν εἶναι τοιοῦτος ἐπαινῶμαι ὑπ’ ἀνθρώπων, οὔποτ’ ἐπιλήσομαι, ἀλλὰ πειράσομαί σε ἀντιτιμῆσαι πᾶσι τοῖς καλοῖς. 5.2.12καὶ ἀνδρὸς δ’, ἔφη, τῇ θυγατρὶ μὴ φοβοῦ ὡς ἀπορήσεις ἀξίου ταύτης· πολλοὶ γὰρ καὶ ἀγαθοὶ φίλοι εἰσὶν ἐμοί· ὧν τις γαμεῖ ταύτην· εἰ μέντοι χρήμαθ’ ἕξει τοσαῦτα ὅσα σὺ δίδως καὶ ἄλλα πολλαπλάσια τούτων, οὐκ ἂν ἔχοιμι εἰπεῖν· σὺ μέντοι εὖ ἴσθι ὅτι εἰσί τινες αὐτῶν οἳ ὧν μὲν σὺ δίδως χρημάτων οὐδὲ μικρὸν τούτων ἕνεκά σε μᾶλλον θαυμάζουσιν· ἐμὲ δὲ ζηλοῦσι νυνὶ καὶ εὔχονται πᾶσι θεοῖς γενέσθαι ποτὲ ἐπιδείξασθαι ὡς πιστοὶ μέν εἰσιν οὐδὲν ἧττον ἐμοῦ τοῖς φίλοις, τοῖς δὲ πολεμίοις ὡς οὔποτ’ ἂν ὑφεῖντο ζῶντες, εἰ μή τις θεὸς βλάπτοι· ἀντὶ δ’ ἀρετῆς καὶ δόξης ἀγαθῆς ὅτι οὐδ’ ἂν τὰ Σύρων πρὸς τοῖς σοῖς καὶ Ἀσσυρίων πάντα προέλοιντο· τοιούτους ἄνδρας εὖ ἴσθι ἐνταῦθα καθημένους.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.7 Xen. Cyr. 5.2.10 (English) >>Xen. Cyr. 5.2.15

Powered by PhiloLogic