Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3 Xen. Cyr. 4.4 (English) >>Xen. Cyr. 4.5

ch. 4 4.4.1ἡνίκα δ’ ἦν ἔξω μέσου ἡμέρας, προσήλαυνον μὲν οἱ Μῆδοι ἱππεῖς καὶ Ὑρκάνιοι, ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας· ὅσοι γὰρ τὰ ὅπλα παρεδίδοσαν, οὐ κατέκαινον· 4.4.2ἐπεὶ δὲ προσήλασαν, πρῶτον μὲν αὐτῶν ἐπυνθάνετο Κῦρος εἰ σῶοι οἱ πάντες εἶεν αὐτῷ· ἐπεὶ δὲ τοῦτ’ ἔφασαν, ἐκ τούτου ἠρώτα τί ἔπραξαν. οἱ δὲ διηγοῦντο τ’ ἐποίησαν καὶ ὡς ἀνδρείως ἕκαστα . 4.4.3. ἐμεγαληγόρουν. δὲ διήκουέ τε ἡδέως πάντων ἐβούλοντο λέγειν· ἔπειτα δὲ καὶ ἐπῄνεσεν αὐτοὺς οὕτως· ἀλλὰ καὶ δῆλοί τοι, ἔφη, ἐστὲ ὅτι ἄνδρες ἀγαθοὶ ἐγένεσθε· καὶ γὰρ μείζους φαίνεσθε καὶ καλλίους καὶ γοργότεροι πρόσθεν ἰδεῖν. 4.4.4ἐκ δὲ τούτου ἐπυνθάνετο ἤδη αὐτῶν καὶ ὁπόσην ὁδὸν διήλασαν καὶ εἰ οἰκοῖτο χώρα. οἱ δ’ ἔλεγον ὅτι καὶ πολλὴν διελάσειαν καὶ πᾶσα οἰκοῖτο καὶ μεστὴ εἴη καὶ οἰῶν καὶ αἰγῶν καὶ βοῶν καὶ ἵππων καὶ σίτου καὶ πάντων ἀγαθῶν. 4.4.5δυοῖν ἄν, ἔφη, ἐπιμελητέον ἡμῖν εἴη, ὅπως τε κρείττους ἐσόμεθα τῶν ταῦτα ἐχόντων καὶ ὅπως αὐτοὶ μενοῦσιν· οἰκουμένη μὲν γὰρ χώρα πολλοῦ ἄξιον κτῆμα· ἐρήμη δ’ ἀνθρώπων οὖσα ἐρήμη καὶ τῶν ἀγαθῶν γίγνεται. 4.4.6τοὺς μὲν οὖν ἀμυνομένους, ἔφη, οἶδα ὅτι κατεκάνετε, ὀρθῶς ποιοῦντες· τοῦτο γὰρ μάλιστα σῴζει τὴν νίκην· τοὺς δὲ παραδιδόντας αἰχμαλώτους ἠγάγετε· οὓς εἰ ἀφείημεν, τοῦτ’ αὖ σύμφορον ἄν, ὡς ἐγώ φημι, ποιήσαιμεν· 4.4.7πρῶτον μὲν γὰρ νῦν οὐκ ἂν φυλάττεσθαι οὐδὲ φυλάττειν ἡμᾶς τούτους δέοι, οὐδ’ αὖ σιτοποιεῖν τούτοις· οὐ γὰρ λιμῷ γε δήπου κατακανοῦμεν αὐτούς· ἔπειτα δὲ τούτους ἀφέντες πλείοσιν αἰχμαλώτοις χρησόμεθα. 4.4.8ἢν γὰρ κρατῶμεν τῆς χώρας, πάντες ἡμῖν οἱ ἐν αὐτῇ οἰκοῦντες αἰχμάλωτοι ἔσονται· μᾶλλον δὲ τούτους ζῶντας ἰδόντες καὶ ἀφεθέντας μενοῦσιν οἱ ἄλλοι καὶ πείθεσθαι αἱρήσονται μᾶλλον μάχεσθαι. ἐγὼ μὲν οὖν οὕτω γιγνώσκω· εἰ δ’ ἄλλο τις ὁρᾷ ἄμεινον, λεγέτω. οἱ δὲ ἀκούσαντες συνῄνουν ταῦτα ποιεῖν. 4.4.9οὕτω δὴ Κῦρος καλέσας τοὺς αἰχμαλώτους λέγει τοιάδε· 4.4.10ἄνδρες, ἔφη, νῦν τε ὅτι ἐπείθεσθε τὰς ψυχὰς περιεποιήσασθε, τοῦ τε λοιποῦ, ἢν οὕτω ποιῆτε, οὐδ’ ὁτιοῦν καινὸν ἔσται ὑμῖν ἀλλ’ οὐχ αὐτὸς ἄρξει ὑμῶν ὅσπερ καὶ πρότερον· οἰκήσετε δὲ τὰς αὐτὰς οἰκίας καὶ χώραν τὴν αὐτὴν ἐργάσεσθε καὶ γυναιξὶ ταῖς αὐταῖς συνοικήσετε καὶ παίδων τῶν ὑμετέρων ἄρξετε ὥσπερ νῦν· ἡμῖν μέντοι οὐ μαχεῖσθε οὐδὲ ἄλλῳ οὐδενί· 4.4.11ἡνίκα δ’ ἄν τις ὑμᾶς ἀδικῇ, ἡμεῖς ὑπὲρ ὑμῶν μαχούμεθα. ὅπως δὲ μηδ’ ἐπαγγέλλῃ μηδεὶς ὑμῖν στρατεύειν, τὰ ὅπλα πρὸς ἡμᾶς κομίσατε· καὶ τοῖς μὲν κομίζουσιν ἔσται εἰρήνη καὶ λέγομεν ἀδόλως· ὁπόσοι δ’ ἂν τὰ πολεμικὰ μὴ ἀποφέρωσιν ὅπλα, ἐπὶ τούτους ἡμεῖς καὶ δὴ στρατευσόμεθα. 4.4.12ἐὰν δέ τις ὑμῶν καὶ ἰὼν ὡς ἡμᾶς εὐνοϊκῶς καὶ πράττων τι καὶ διδάσκων φαίνηται, τοῦτον ἡμεῖς ὡς εὐεργέτην καὶ φίλον, οὐχ ὡς δοῦλον περιέψομεν. ταῦτ’ οὖν, ἔφη, αὐτοί τε ἴστε καὶ τοῖς ἄλλοις διαγγέλλετε. 4.4.13ἢν δ’ ἄρα, ἔφη, ὑμῶν βουλομένων ταῦτα μὴ πείθωνταί τινες, ἐπὶ τούτους ἡμᾶς ἄγετε, ὅπως ὑμεῖς ἐκείνων, μὴ ἐκεῖνοι ὑμῶν ἄρχωσιν. μὲν δὴ ταῦτ’ εἶπεν· οἱ δὲ προσεκύνουν τε καὶ ὑπισχνοῦντο ταῦτα ποιήσειν.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3 Xen. Cyr. 4.4 (English) >>Xen. Cyr. 4.5

Powered by PhiloLogic