Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3.3 Xen. Cyr. 4.3.6 (English) >>Xen. Cyr. 4.3.11

4.3.5ἐννοεῖτε γὰρ δή, ἔφη· ἔχομεν ἡμεῖς οἱ Πέρσαι ὅπλα οἷς δοκοῦμεν <ἂν> τρέπεσθαι τοὺς πολεμίους ὁμόσε ἰόντες· καὶ δὴ τρεπόμενοι ποίους ἱππέας τοξότας πελταστὰς ἄνευ ἵππων ὄντες δυναίμεθ’ ἂν φεύγοντας λαβεῖν κατακανεῖν; τίνες δ’ ἂν φοβοῖντο ἡμᾶς προσιόντες κακοῦν τοξόται ἀκοντισταὶ ἱππεῖς, εὖ εἰδότες ὅτι οὐδεὶς αὐτοῖς κίνδυνος ὑφ’ ἡμῶν κακόν τι παθεῖν μᾶλλον ὑπὸ τῶν πεφυκότων δένδρων; 4.3.6εἰ δ’ οὕτω ταῦτ’ ἔχει, οὐκ εὔδηλον ὅτι οἱ νῦν παρόντες ἡμῖν ἱππεῖς νομίζουσι πάντα τὰ ὑποχείρια γιγνόμενα ἑαυτῶν εἶναι οὐχ ἧττον ἡμέτερα, ἴσως δὲ νὴ Δία καὶ μᾶλλον; 4.3.7νῦν μὲν οὖν οὕτω ταῦτ’ ἔχει κατ’ ἀνάγκην. εἰ δ’ ἡμεῖς ἱππικὸν κτησαίμεθα μὴ χεῖρον τούτων, οὐ πᾶσιν ἡμῖν καταφανὲς ὅτι τούς τ’ ἂν πολεμίους δυναίμεθα καὶ ἄνευ τούτων ποιεῖν ὅσαπερ νῦν σὺν τούτοις, τούτους τε ἔχοιμεν ἂν τότε μετριώτερον πρὸς ἡμᾶς φρονοῦντας; ὁπότε γὰρ παρεῖναι ἀπεῖναι βούλοιντο, ἧττον ἂν ἡμῖν μέλοι, εἰ αὐτοὶ ἄνευ τούτων ἀρκοῖμεν ἡμῖν αὐτοῖς. 4.3.8εἶεν· ταῦτα μὲν δὴ οἶμαι οὐδεὶς ἂν ἀντιγνωμονήσειε, μὴ οὐχὶ τὸ πᾶν διαφέρειν Περσῶν γενέσθαι οἰκεῖον ἱππικόν· ἀλλ’ ἐκεῖνο ἴσως ἐννοεῖτε, πῶς ἂν τοῦτο γένοιτο. ἆρ’ οὖν σκεψώμεθα, εἰ βουλοίμεθα καθιστάναι ἱππικόν, τί ἡμῖν ὑπάρχει καὶ τίνος ἐνδεῖ;


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3.3 Xen. Cyr. 4.3.6 (English) >>Xen. Cyr. 4.3.11

Powered by PhiloLogic