Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3.1 Xen. Cyr. 4.3.5 (English) >>Xen. Cyr. 4.3.8

4.3.3 δὲ Κῦρος θεωρῶν τὰ τῶν Μήδων ἔργα καὶ Ὑρκανίων ὥσπερ κατεμέμφετο καὶ αὑτὸν καὶ τοὺς σὺν αὐτῷ, εἰ οἱ ἄλλοι τοῦτον τὸν χρόνον ἀκμάζειν τε μᾶλλον ἑαυτῶν ἐδόκουν καὶ προσκτᾶσθαί τι, αὐτοὶ δὲ ἐν ἀργοτέρᾳ χώρᾳ ὑπομένειν. καὶ γὰρ δὴ οἱ ἀπάγοντες καὶ ἀποδεικνύντες Κύρῳ ἦγον πάλιν ἀπήλαυνον, μεταδιώκοντες τοὺς ἄλλους· ταῦτα γὰρ σφίσιν ἔφασαν προστετάχθαι ποιεῖν ὑπὸ τῶν ἀρχόντων. δακνόμενος δὴ Κῦρος ἐπὶ τούτοις ταῦτα μὲν ὅμως κατεχώριζε· συνεκάλει δὲ πάλιν τοὺς ταξιάρχους, καὶ στὰς ὅπου ἔμελλον πάντες ἀκούσεσθαι τὰ βουλευόμενα λέγει τάδε.

4.3.4ὅτι μέν, ἄνδρες φίλοι, εἰ κατάσχοιμεν τὰ νῦν προφαινόμενα, μεγάλα μὲν ἂν ἅπασι Πέρσαις ἀγαθὰ γένοιτο, μέγιστα δ’ ἂν εἰκότως ἡμῖν δι’ ὧν πράττεται, πάντες οἶμαι γιγνώσκομεν· ὅπως δ’ ἂν αὐτῶν ἡμεῖς κύριοι γιγνοίμεθα, μὴ αὐτάρκεις ὄντες κτήσασθαι αὐτά, εἰ μὴ ἔσται οἰκεῖον ἱππικὸν Πέρσαις τοῦτο ἐγὼ οὐκέτι ὁρῶ. 4.3.5ἐννοεῖτε γὰρ δή, ἔφη· ἔχομεν ἡμεῖς οἱ Πέρσαι ὅπλα οἷς δοκοῦμεν <ἂν> τρέπεσθαι τοὺς πολεμίους ὁμόσε ἰόντες· καὶ δὴ τρεπόμενοι ποίους ἱππέας τοξότας πελταστὰς ἄνευ ἵππων ὄντες δυναίμεθ’ ἂν φεύγοντας λαβεῖν κατακανεῖν; τίνες δ’ ἂν φοβοῖντο ἡμᾶς προσιόντες κακοῦν τοξόται ἀκοντισταὶ ἱππεῖς, εὖ εἰδότες ὅτι οὐδεὶς αὐτοῖς κίνδυνος ὑφ’ ἡμῶν κακόν τι παθεῖν μᾶλλον ὑπὸ τῶν πεφυκότων δένδρων;



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3.1 Xen. Cyr. 4.3.5 (English) >>Xen. Cyr. 4.3.8

Powered by PhiloLogic