Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3.14 Xen. Cyr. 4.3.17 (English) >>Xen. Cyr. 4.3.21

4.3.16νῦν μὲν γὰρ ἔγωγε ἀγαπῶ ἤν γ’ ἐξ ἴσου τῳ θεῖν ὁρμηθεὶς ἀνθρώπων μόνον τῇ κεφαλῇ πρόσχω, κἂν θηρίον παραθέον ἰδὼν δυνασθῶ διατεινάμενος φθάσαι ὥστε ἀκοντίσαι τοξεῦσαι πρὶν πάνυ πρόσω αὐτὸ γενέσθαι. ἢν δ’ ἱππεὺς γένωμαι, δυνήσομαι μὲν ἄνδρα ἐξ ὄψεως μήκους καθαιρεῖν· δυνήσομαι δὲ θηρία διώκων τὰ μὲν ἐκ χειρὸς παίειν καταλαμβάνων, τὰ δὲ ἀκοντίζειν ὥσπερ ἑστηκότα· καὶ γὰρ ἐὰν ἀμφότερα ταχέα , ὅμως δὲ πλησίον γίγνηται ἀλλήλων, ὥσπερ τὰ ἑστηκότα ἐστίν. 4.3.17ὧν δὲ δὴ μάλιστα δοκῶ ζῴων, ἔφη, ἐζηλωκέναι ἱπποκενταύρους, εἰ ἐγένοντο ὥστε προβουλεύεσθαι μὲν ἀνθρώπου φρονήσει, ταῖς δὲ χερσὶ τὸ δέον παλαμᾶσθαι, ἵππου δὲ τάχος ἔχειν καὶ ἰσχύν, ὥστε τὸ μὲν φεῦγον αἱρεῖν, τὸ δ’ ὑπομένον ἀνατρέπειν, οὔκουν πάντα κἀγὼ ταῦτα ἱππεὺς γενόμενος συγκομίζομαι πρὸς ἐμαυτόν; 4.3.18προνοεῖν μέν γε ἕξω πάντα τῇ ἀνθρωπίνῃ γνώμῃ, ταῖς δὲ χερσὶν ὁπλοφορήσω, διώξομαι δὲ τῷ ἵππῳ, τὸν δ’ ἐναντίον ἀνατρέψω τῇ τοῦ ἵππου ῥύμῃ, ἀλλ’ οὐ συμπεφυκὼς δεδήσομαι ὥσπερ οἱ ἱπποκένταυροι· 4.3.19οὐκοῦν τοῦτό γε κρεῖττον συμπεφυκέναι. τοὺς μὲν γὰρ ἱπποκενταύρους οἶμαι ἔγωγε πολλοῖς μὲν ἀπορεῖν τῶν ἀνθρώποις ηὑρημένων ἀγαθῶν ὅπως δεῖ χρῆσθαι, πολλῶν δὲ τῶν ἵπποις πεφυκότων ἡδέων πῶς αὐτῶν χρὴ ἀπολαύειν.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.3.14 Xen. Cyr. 4.3.17 (English) >>Xen. Cyr. 4.3.21

Powered by PhiloLogic