Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.1.19 Xen. Cyr. 4.1.23 (English) >>Xen. Cyr. 4.2.3

4.1.21ἐνταῦθα δὴ ἔλεξεν Κυαξάρης· ἀλλ’ εἴ γε μέντοι ἐθέλων τις ἕποιτο, καὶ χάριν ἔγωγέ σοι εἰδείην ἄν. σύμπεμψον τοίνυν μοί τινα, ἔφη, τῶν ἀξιοπίστων τούτων, ὃς ἐρεῖ ἂν σὺ ἐπιστείλῃς. λαβὼν δὴ ἴθι, ἔφη, ὅντινα ἐθέλεις τουτωνί· 4.1.22ἔνθα δὴ ἔτυχε παρὼν φήσας ποτὲ συγγενὴς αὐτοῦ εἶναι καὶ φιληθείς. εὐθὺς οὖν Κῦρος εἶπεν· ἀρκεῖ μοι, ἔφη, οὑτοσί. οὗτος τοίνυν σοι ἑπέσθω. 4.1.23καὶ λέγε σύ, ἔφη, τὸν ἐθέλοντα ἰέναι μετὰ Κύρου. οὕτω δὴ λαβὼν τὸν ἄνδρα ἐξῄει. ἐπεὶ δ’ ἐξῆλθον, Κῦρος εἶπε· νῦν δὴ σὺ δηλώσεις εἰ ἀληθῆ ἔλεγες, ὅτε ἔφης ἥδεσθαι θεώμενος ἐμέ. οὔκουν ἀπολείψομαί γέ σου, ἔφη Μῆδος, εἰ τοῦτο λέγεις. καὶ Κῦρος εἶπεν· οὐκοῦν καὶ ἄλλους, ἔφη, προθύμως ἐξάξεις; ἐπομόσας οὖν ἐκεῖνος νὴ τὸν Δί’, ἔφη, ἔστε γ’ ἂν ποιήσω καὶ σὲ ἐμὲ ἡδέως θεᾶσθαι. 4.1.24τότε δὴ καὶ ἐκπεμφθεὶς ὑπὸ τοῦ Κυαξάρου τά τε ἄλλα προθύμως ἀπήγγελλε τοῖς Μήδοις καὶ προσετίθει ὅτι αὐτός γε οὐκ ἀπολείψοιτο ἀνδρὸς καλλίστου καὶ ἀρίστου, καὶ τὸ μέγιστον, ἀπὸ θεῶν γεγονότος.

ch. 2 4.2.1πράττοντος δὲ τοῦ Κύρου ταῦτα θείως πως ἀφικνοῦνται ἀπὸ Ὑρκανίων ἄγγελοι. οἱ δὲ Ὑρκάνιοι ὅμοροι μὲν τῶν Ἀσσυρίων εἰσίν, ἔθνος δ’ οὐ πολύ, διὸ καὶ ὑπήκοοι ἦσαν τῶν Ἀσσυρίων· εὔιπποι δὲ καὶ τότε ἐδόκουν εἶναι καὶ νῦν ἔτι δοκοῦσιν· διὸ καὶ ἐχρῶντο αὐτοῖς οἱ Ἀσσύριοι ὥσπερ καὶ οἱ Λακεδαιμόνιοι τοῖς Σκιρίταις, οὐδὲν φειδόμενοι αὐτῶν οὔτ’ ἐν πόνοις οὔτ’ ἐν κινδύνοις· καὶ δὴ καὶ τότε ὀπισθοφυλακεῖν ἐκέλευον αὐτοὺς ὡς χιλίους ἱππέας ὄντας, ὅπως εἴ τι ὄπισθεν δεινὸν εἴη, ἐκεῖνοι πρὸ αὐτῶν τοῦτ’ ἔχοιεν.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.1.19 Xen. Cyr. 4.1.23 (English) >>Xen. Cyr. 4.2.3

Powered by PhiloLogic