Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.1.17 Xen. Cyr. 4.1.21 (English) >>Xen. Cyr. 4.2.1

4.1.19καὶ Κῦρος ὑπολαβὼν εἶπεν· ἀλλὰ σύγε μηδένα ἀναγκάσῃς, ἀλλὰ τοὺς ἐθέλοντάς μοι ἕπεσθαι δός· καὶ ἴσως ἂν σοὶ καὶ τῶν σῶν φίλων τούτων ἥκοιμεν ἑκάστῳ ἄγοντες ἐφ’ οἷς ἅπαντες εὐθυμήσεσθε. τὸ μὲν γὰρ πλῆθος ἡμεῖς γε τῶν πολεμίων οὐδὲ διωξόμεθα· πῶς γὰρ ἂν καὶ καταλάβοιμεν; ἢν δέ τι ἀπεσχισμένον τοῦ στρατεύματος λάβωμεν τι ὑπολειπόμενον, ἥξομεν πρὸς σὲ ἄγοντες. 4.1.20ἐννόει δ’, ἔφη, ὅτι καὶ ἡμεῖς, ἐπεὶ σὺ ἐδέου, ἤλθομεν σοὶ χαριζόμενοι μακρὰν ὁδόν· καὶ σὺ οὖν ἡμῖν δίκαιος εἶ ἀντιχαρίζεσθαι, ἵνα καὶ ἔχοντές τι οἴκαδ’ ἀφικώμεθα καὶ μὴ εἰς τὸν σὸν θησαυρὸν πάντες ὁρῶμεν. 4.1.21ἐνταῦθα δὴ ἔλεξεν Κυαξάρης· ἀλλ’ εἴ γε μέντοι ἐθέλων τις ἕποιτο, καὶ χάριν ἔγωγέ σοι εἰδείην ἄν. σύμπεμψον τοίνυν μοί τινα, ἔφη, τῶν ἀξιοπίστων τούτων, ὃς ἐρεῖ ἂν σὺ ἐπιστείλῃς. λαβὼν δὴ ἴθι, ἔφη, ὅντινα ἐθέλεις τουτωνί· 4.1.22ἔνθα δὴ ἔτυχε παρὼν φήσας ποτὲ συγγενὴς αὐτοῦ εἶναι καὶ φιληθείς. εὐθὺς οὖν Κῦρος εἶπεν· ἀρκεῖ μοι, ἔφη, οὑτοσί. οὗτος τοίνυν σοι ἑπέσθω. 4.1.23καὶ λέγε σύ, ἔφη, τὸν ἐθέλοντα ἰέναι μετὰ Κύρου. οὕτω δὴ λαβὼν τὸν ἄνδρα ἐξῄει. ἐπεὶ δ’ ἐξῆλθον, Κῦρος εἶπε· νῦν δὴ σὺ δηλώσεις εἰ ἀληθῆ ἔλεγες, ὅτε ἔφης ἥδεσθαι θεώμενος ἐμέ. οὔκουν ἀπολείψομαί γέ σου, ἔφη Μῆδος, εἰ τοῦτο λέγεις. καὶ Κῦρος εἶπεν· οὐκοῦν καὶ ἄλλους, ἔφη, προθύμως ἐξάξεις; ἐπομόσας οὖν ἐκεῖνος νὴ τὸν Δί’, ἔφη, ἔστε γ’ ἂν ποιήσω καὶ σὲ ἐμὲ ἡδέως θεᾶσθαι.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 4.1.17 Xen. Cyr. 4.1.21 (English) >>Xen. Cyr. 4.2.1

Powered by PhiloLogic