Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.3.44 Xen. Cyr. 3.3.48 (English) >>Xen. Cyr. 3.3.51

3.3.46 δὲ Κυαξάρης πέμπων πρὸς τὸν Κῦρον ἔλεγεν ὅτι ἤδη καιρὸς εἴη ἄγειν ἐπὶ τοὺς πολεμίους· εἰ γὰρ νῦν, ἔφη, ἔτι ὀλίγοι εἰσὶν οἱ ἔξω τοῦ ἐρύματος, ἐν ἂν προσίωμεν πολλοὶ ἔσονται· μὴ οὖν ἀναμείνωμεν ἕως ἂν πλείους ἡμῶν γένωνται. ἀλλ’ ἴωμεν ἕως ἔτι οἰόμεθα εὐπετῶς ἂν αὐτῶν κρατῆσαι. 3.3.47 δ’ αὖ Κῦρος ἀπεκρίνατο· Κυαξάρη, εἰ μὴ ὑπὲρ ἥμισυ αὐτῶν ἔσονται οἱ ἡττηθέντες, εὖ ἴσθι ὅτι ἡμᾶς μὲν ἐροῦσι φοβουμένους τὸ πλῆθος τοῖς ὀλίγοις ἐπιχειρῆσαι, αὐτοὶ δὲ οὐ νομιοῦσιν ἡττῆσθαι, ἀλλ’ ἄλλης σοι μάχης δεήσει, ἐν ἄμεινον ἂν ἴσως βουλεύσαιντο νῦν βεβούλευνται, παραδόντες ἑαυτοὺς ἡμῖν ταμιεύεσθαι ὥσθ’ ὁπόσοις ἂν βουλώμεθα αὐτῶν μάχεσθαι. 3.3.48οἱ μὲν δὴ ἄγγελοι ταῦτ’ ἀκούσαντες ᾤχοντο.

ἐν τούτῳ δὲ ἧκε Χρυσάντας Πέρσης καὶ ἄλλοι τινὲς τῶν ὁμοτίμων αὐτομόλους ἄγοντες. καὶ Κῦρος ὥσπερ εἰκὸς ἠρώτα τοὺς αὐτομόλους τὰ ἐκ τῶν πολεμίων. οἱ δ’ ἔλεγον ὅτι ἐξίοιέν τε ἤδη σὺν τοῖς ὅπλοις καὶ παρατάττοι αὐτοὺς αὐτὸς βασιλεὺς ἔξω ὢν καὶ παρακελεύοιτο μὲν δὴ τοῖς αἰεὶ ἔξω οὖσι πολλά τε καὶ ἰσχυρά, ὡς ἔφασαν λέγειν τοὺς ἀκούοντας. 3.3.49ἔνθα δὴ Χρυσάντας εἶπε· τί δ’, ἔφη, Κῦρε, εἰ καὶ σὺ συγκαλέσας ἕως ἔτι ἔξεστι παρακελεύσαιο, εἰ ἄρα τι καὶ σὺ ἀμείνους ποιήσαις τοὺς στρατιώτας;



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.3.44 Xen. Cyr. 3.3.48 (English) >>Xen. Cyr. 3.3.51

Powered by PhiloLogic