Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.3.11 Xen. Cyr. 3.3.15 (English) >>Xen. Cyr. 3.3.19

3.3.13τότε μὲν δὴ ἀπιόντες οὕτω πάντες ἐποίουν. τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ παρῆσαν οἱ ἐπικαίριοι ἐπὶ θύραις. σὺν τούτοις οὖν Κῦρος εἰσελθὼν πρὸς τὸν Κυαξάρην ἤρχετο λόγου τοιοῦδε.

οἶδα μέν, ἔφη, Κυαξάρη, ὅτι μέλλω λέγειν σοὶ πάλαι δοκεῖ οὐδὲν ἧττον ἡμῖν· ἀλλ’ ἴσως αἰσχύνῃ λέγειν ταῦτα, μὴ δοκῇς ἀχθόμενος ὅτι τρέφεις ἡμᾶς ἐξόδου μεμνῆσθαι. 3.3.14ἐπεὶ οὖν σὺ σιωπᾷς, ἐγὼ λέξω καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἡμῶν. ἡμῖν γὰρ δοκεῖ πᾶσιν, ἐπείπερ παρεσκευάσμεθα, μὴ ἐπειδὰν ἐμβάλωσιν οἱ πολέμιοι εἰς τὴν σὴν χώραν, τότε μάχεσθαι, μηδ’ ἐν τῇ φιλίᾳ καθημένους ἡμᾶς ὑπομένειν, ἀλλ’ ἰέναι ὡς τάχιστα εἰς τὴν πολεμίαν. 3.3.15νῦν μὲν γὰρ ἐν τῇ σῇ χώρᾳ ὄντες πολλὰ τῶν σῶν σινόμεθα ἄκοντες· ἢν δ’ εἰς τὴν πολεμίαν ἴωμεν, τὰ ἐκείνων κακῶς ποιήσομεν ἡδόμενοι. 3.3.16ἔπειτα νῦν μὲν σὺ ἡμᾶς τρέφεις πολλὰ δαπανῶν, ἢν δ’ ἐκστρατευσώμεθα, θρεψόμεθα ἐκ τῆς πολεμίας. 3.3.17ἔτι δὲ εἰ μὲν μείζων τις ἡμῖν κίνδυνος ἔμελλεν εἶναι ἐκεῖ ἐνθάδε, ἴσως τὸ ἀσφαλέστατον ἦν αἱρετέον. νῦν δὲ ἴσοι μὲν ἐκεῖνοι ἔσονται, ἤν τε ἐνθάδε ὑπομένωμεν ἤν τε εἰς τὴν ἐκείνων ἰόντες ὑπαντῶμεν αὐτοῖς· ἴσοι δὲ ἡμεῖς ὄντες μαχούμεθα, ἤν τε ἐνθάδε ἐπιόντας αὐτοὺς δεχώμεθα ἤν τε ἐπ’ ἐκείνους ἰόντες τὴν μάχην συνάπτωμεν.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.3.11 Xen. Cyr. 3.3.15 (English) >>Xen. Cyr. 3.3.19

Powered by PhiloLogic