Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.3 Xen. Cyr. 3.1.6 (English) >>Xen. Cyr. 3.1.9

3.1.5 δ’ αὖ Κῦρος ταῦτα ἰδὼν περιίσταται τὸν λόφον τῷ παρόντι στρατεύματι, καὶ πρὸς Χρυσάνταν πέμψας ἐκέλευε φυλακὴν τοῦ ὄρους καταλιπόντα ἥκειν. τὸ μὲν δὴ στράτευμα ἡθροίζετο τῷ Κύρῳ· δὲ πέμψας πρὸς τὸν Ἀρμένιον κήρυκα ἤρετο ὧδε· εἰπέ μοι, ἔφη, Ἀρμένιε, πότερα βούλει αὐτοῦ μένων τῷ λιμῷ καὶ τῷ δίψει μάχεσθαι εἰς τὸ ἰσόπεδον καταβὰς ἡμῖν διαμάχεσθαι; ἀπεκρίνατο Ἀρμένιος ὅτι οὐδετέροις βούλοιτο μάχεσθαι. 3.1.6πάλιν Κῦρος πέμψας ἠρώτα τί οὖν κάθησαι ἐνταῦθα καὶ οὐ καταβαίνεις; ἀπορῶν, ἔφη, τι χρὴ ποιεῖν. ἀλλ’ οὐδέν, ἔφη Κῦρος, ἀπορεῖν σε δεῖ· ἔξεστι γάρ σοι ἐπὶ δίκην καταβαίνειν. τίς δ’, ἔφη, ἔσται δικάζων; Δῆλον ὅτι θεὸς ἔδωκε καὶ ἄνευ δίκης χρῆσθαί σοι τι βούλοιτο. ἐνταῦθα δὴ Ἀρμένιος γιγνώσκων τὴν ἀνάγκην καταβαίνει· καὶ Κῦρος λαβὼν εἰς τὸ μέσον κἀκεῖνον καὶ τὰ ἄλλα πάντα περιεστρατοπεδεύσατο, ὁμοῦ ἤδη πᾶσαν ἔχων τὴν δύναμιν.

3.1.7ἐν τούτῳ δὲ τῷ χρόνῳ πρεσβύτερος παῖς τοῦ Ἀρμενίου Τιγράνης ἐξ ἀποδημίας τινὸς προσῄει, ὃς καὶ σύνθηρός ποτε ἐγένετο τῷ Κύρῳ· καὶ ὡς ἤκουσε τὰ γεγενημένα, εὐθὺς πορεύεται ὥσπερ εἶχε πρὸς τὸν Κῦρον. ὡς δ’ εἶδε πατέρα τε καὶ μητέρα καὶ ἀδελφοὺς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους γεγενημένους, ἐδάκρυσεν, ὥσπερ εἰκός.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.3 Xen. Cyr. 3.1.6 (English) >>Xen. Cyr. 3.1.9

Powered by PhiloLogic