Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.40 Xen. Cyr. 3.1.43 (English) >>Xen. Cyr. 3.2.4

3.1.42τῇ δ’ ὑστεραίᾳ Ἀρμένιος Κύρῳ μὲν καὶ τῇ στρατιᾷ ἁπάσῃ ξένια ἔπεμπε, προεῖπε δὲ τοῖς ἑαυτοῦ, οὓς δεήσοι στρατεύεσθαι. εἰς τρίτην ἡμέραν παρεῖναι· τὰ δὲ χρήματα ὧν εἶπεν Κῦρος διπλάσια ἀπηρίθμησεν. δὲ Κῦρος ὅσα εἶπε λαβὼν τἆλλα ἀπέπεμψεν· ἤρετο δὲ πότερος ἔσται τὸ στράτευμα ἄγων, παῖς αὐτός. εἰπέτην δὲ ἅμα μὲν πατὴρ οὕτως· ὁπότερον ἂν σὺ κελεύῃς· δὲ παῖς οὕτως· ἐγὼ μὲν οὐκ ἀπολείψομαί σου, Κῦρε, οὐδ’ ἂν σκευοφόρον ἐμὲ δίῃ σοι συνακολουθεῖν. 3.1.43καὶ Κῦρος ἐπιγελάσας εἶπε· καὶ ἐπὶ πόσῳ ἄν, ἔφη, ἐθέλοις τὴν γυναῖκά σου ἀκοῦσαι ὅτι σκευοφορεῖς; ἀλλ’ οὐδέν, ἔφη, ἀκούειν δεήσει αὐτήν· ἄξω γάρ, ὥστε ὁρᾶν ἐξέσται αὐτῇ τι ἂν ἐγὼ πράττω. ὥρα ἄν, ἔφη, συσκευάζεσθαι ὑμῖν εἴη. νόμιζ’, ἔφη, συνεσκευασμένους παρέσεσθαι τι ἂν πατὴρ δῷ. τότε μὲν δὴ ξενισθέντες οἱ στρατιῶται ἐκοιμήθησαν.

ch. 2 3.2.1τῇ δ’ ὑστεραίᾳ ἀναλαβὼν Κῦρος τὸν Τιγράνην καὶ τῶν Μήδων ἱππέων τοὺς κρατίστους καὶ τῶν ἑαυτοῦ φίλων ὁπόσους καιρὸς ἐδόκει εἶναι, περιελαύνων τὴν χώραν κατεθεᾶτο, σκοπῶν ποῦ τειχίσειε φρούριον. καὶ ἐπ’ ἄκρον τι ἐλθὼν ἐπηρώτα τὸν Τιγράνην ποῖα εἴη τῶν ὀρέων ὁπόθεν οἱ Χαλδαῖοι καταθέοντες λῄζονται. καὶ Τιγράνης ἐδείκνυεν. δὲ πάλιν ἤρετο· νῦν δὲ ταῦτα τὰ ὄρη ἔρημά ἐστιν; οὐ μὰ Δί’, ἔφη, ἀλλ’ ἀεὶ σκοποὶ εἰσὶν ἐκείνων οἳ σημαίνουσι τοῖς ἄλλοις τι ἂν ὁρῶσι. τί οὖν, ἔφη, ποιοῦσιν, ἐπὴν αἴσθωνται; βοηθοῦσιν, ἔφη, ἐπὶ τὰ ἄκρα, ὡς ἂν ἕκαστος δύνηται.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.40 Xen. Cyr. 3.1.43 (English) >>Xen. Cyr. 3.2.4

Powered by PhiloLogic