Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.39 Xen. Cyr. 3.1.42 (English) >>Xen. Cyr. 3.2.1

3.1.41ἐπεὶ δ’ ἦλθον οἴκαδε, ἔλεγον τοῦ Κύρου μέν τις τὴν σοφίαν, δὲ τὴν καρτερίαν, δὲ τὴν πρᾳότητα, δέ τις καὶ τὸ κάλλος καὶ τὸ μέγεθος. ἔνθα δὴ Τιγράνης ἐπήρετο τὴν γυναῖκα· καὶ σοί, ἔφη, Ἀρμενία, καλὸς ἐδόκει Κῦρος εἶναι; ἀλλὰ μὰ Δί’, ἔφη, οὐκ ἐκεῖνον ἐθεώμην. ἀλλὰ τίνα μήν; ἔφη Τιγράνης. τὸν εἰπόντα νὴ Δία ὡς τῆς αὑτοῦ ψυχῆς ἂν πρίαιτο ὥστε μή με δουλεύειν. τότε μὲν δὴ ὥσπερ εἰκὸς ἐκ τοιούτων ἀνεπαύοντο σὺν ἀλλήλοις.

3.1.42τῇ δ’ ὑστεραίᾳ Ἀρμένιος Κύρῳ μὲν καὶ τῇ στρατιᾷ ἁπάσῃ ξένια ἔπεμπε, προεῖπε δὲ τοῖς ἑαυτοῦ, οὓς δεήσοι στρατεύεσθαι. εἰς τρίτην ἡμέραν παρεῖναι· τὰ δὲ χρήματα ὧν εἶπεν Κῦρος διπλάσια ἀπηρίθμησεν. δὲ Κῦρος ὅσα εἶπε λαβὼν τἆλλα ἀπέπεμψεν· ἤρετο δὲ πότερος ἔσται τὸ στράτευμα ἄγων, παῖς αὐτός. εἰπέτην δὲ ἅμα μὲν πατὴρ οὕτως· ὁπότερον ἂν σὺ κελεύῃς· δὲ παῖς οὕτως· ἐγὼ μὲν οὐκ ἀπολείψομαί σου, Κῦρε, οὐδ’ ἂν σκευοφόρον ἐμὲ δίῃ σοι συνακολουθεῖν. 3.1.43καὶ Κῦρος ἐπιγελάσας εἶπε· καὶ ἐπὶ πόσῳ ἄν, ἔφη, ἐθέλοις τὴν γυναῖκά σου ἀκοῦσαι ὅτι σκευοφορεῖς; ἀλλ’ οὐδέν, ἔφη, ἀκούειν δεήσει αὐτήν· ἄξω γάρ, ὥστε ὁρᾶν ἐξέσται αὐτῇ τι ἂν ἐγὼ πράττω. ὥρα ἄν, ἔφη, συσκευάζεσθαι ὑμῖν εἴη. νόμιζ’, ἔφη, συνεσκευασμένους παρέσεσθαι τι ἂν πατὴρ δῷ. τότε μὲν δὴ ξενισθέντες οἱ στρατιῶται ἐκοιμήθησαν.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.39 Xen. Cyr. 3.1.42 (English) >>Xen. Cyr. 3.2.1

Powered by PhiloLogic