Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.36 Xen. Cyr. 3.1.41 (English) >>Xen. Cyr. 3.1.43

3.1.39 μὲν δὴ Κῦρος ἐπὶ τούτοις εἶπε· φεῦ τοῦ ἀνδρός. δ’ Ἀρμένιος ἔλεξεν· οὔτοι, ἔφη, Κῦρε, οὐδ’ οἱ ταῖς ἑαυτῶν γυναιξὶ λαμβάνοντες συνόντας ἀλλοτρίους ἄνδρας οὐ τοῦτο αἰτιώμενοι αὐτοὺς κατακαίνουσιν ὡςἀμαθεστέραςποιοῦντας τὰς γυναῖκας, ἀλλὰ νομίζοντες ἀφαιρεῖσθαι αὐτοὺς τὴν πρὸς αὑτοὺς φιλίαν, διὰ τοῦτο ὡς πολεμίοις αὐτοῖς χρῶνται. καὶ ἐγὼ ἐκείνῳ, ἔφη, ἐφθόνουν, ὅτι μοι ἐδόκει τοῦτον ποιεῖν αὐτὸν μᾶλλον θαυμάζειν ἐμέ. 3.1.40καὶ Κῦρος εἶπεν· ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, Ἀρμένιε, ἀνθρώπινά μοι δοκεῖς ἁμαρτεῖν· καὶ σύ, Τιγράνη, συγγίγνωσκε τῷ πατρί. τότε μὲν δὴ τοιαῦτα διαλεχθέντες καὶ φιλοφρονηθέντες ὥσπερ εἰκὸς ἐκ συναλλαγῆς, ἀναβάντες ἐπὶ τὰς ἁρμαμάξας σὺν ταῖς γυναιξὶν ἀπήλαυνον εὐφραινόμενοι.

3.1.41ἐπεὶ δ’ ἦλθον οἴκαδε, ἔλεγον τοῦ Κύρου μέν τις τὴν σοφίαν, δὲ τὴν καρτερίαν, δὲ τὴν πρᾳότητα, δέ τις καὶ τὸ κάλλος καὶ τὸ μέγεθος. ἔνθα δὴ Τιγράνης ἐπήρετο τὴν γυναῖκα· καὶ σοί, ἔφη, Ἀρμενία, καλὸς ἐδόκει Κῦρος εἶναι; ἀλλὰ μὰ Δί’, ἔφη, οὐκ ἐκεῖνον ἐθεώμην. ἀλλὰ τίνα μήν; ἔφη Τιγράνης. τὸν εἰπόντα νὴ Δία ὡς τῆς αὑτοῦ ψυχῆς ἂν πρίαιτο ὥστε μή με δουλεύειν. τότε μὲν δὴ ὥσπερ εἰκὸς ἐκ τοιούτων ἀνεπαύοντο σὺν ἀλλήλοις.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.36 Xen. Cyr. 3.1.41 (English) >>Xen. Cyr. 3.1.43

Powered by PhiloLogic