Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.33 Xen. Cyr. 3.1.37 (English) >>Xen. Cyr. 3.1.40

3.1.35καὶ Ἀρμένιος, πρὸς τῶν θεῶν, ἔφη, Κῦρε, μὴ οὕτω λέγε· εἰ δὲ μή, οὐ θαρροῦντά με ἕξεις· ἀλλὰ νόμιζε, ἔφη, ἂν καταλίπῃς μηδὲν ἧττον σὰ εἶναι ὧν ἂν ἔχων ἀπίῃς. εἶεν, ἔφη Κῦρος· ὥστε δὲ τὴν γυναῖκα ἀπολαβεῖν, ἔφη, πόσα ἄν μοι χρήματα δοίης; ὁπόσα ἂν δυναίμην, ἔφη. τί δέ, ὥστε τοὺς παῖδας; καὶ τούτων, ἔφη, ὁπόσα ἂν δυναίμην. οὐκοῦν, ἔφη Κῦρος, ταῦτα μὲν ἤδη διπλάσια τῶν ὄντων. 3.1.36σὺ δέ, ἔφη, Τιγράνη, λέξον μοι πόσου ἂν πρίαιο ὥστε τὴν γυναῖκα ἀπολαβεῖν. δὲ ἐτύγχανε νεόγαμός τε ὢν καὶ ὑπερφιλῶν τὴν γυναῖκα. ἐγὼ μέν, ἔφη, Κῦρε, κἂν τῆς ψυχῆς πριαίμην ὥστε μήποτε λατρεῦσαι ταύτην. 3.1.37σὺ μὲν τοίνυν, ἔφη, ἀπάγου τὴν σήν· οὐδὲ γὰρ εἰλῆφθαι ἔγωγε αἰχμάλωτον ταύτην νομίζω σοῦ γε μηπώποτε φυγόντος ἡμᾶς. καὶ σὺ δέ, Ἀρμένιε, ἀπάγου τὴν γυναῖκα καὶ τοὺς παῖδας μηδὲν αὐτῶν καταθείς, ἵν’ εἰδῶσιν ὅτι ἐλεύθεροι πρὸς σὲ ἀπέρχονται. καὶ νῦν μέν, ἔφη, δειπνεῖτε παρ’ ἡμῖν· δειπνήσαντες δὲ ἀπελαύνετε ὅποι ὑμῖν θυμός. οὕτω δὴ κατέμειναν.

3.1.38διασκηνούντων δὲ μετὰ δεῖπνον ἐπήρετο Κῦρος· εἰπέ μοι, ἔφη, Τιγράνη, ποῦ δὴ ἐκεῖνός ἐστιν ἀνὴρ ὃς συνεθήρα ἡμῖν καὶ σύ μοι μάλα ἐδόκεις θαυμάζειν αὐτόν. οὐ γάρ, ἔφη, ἀπέκτεινεν αὐτὸν οὑτοσὶ ἐμὸς πατήρ; τί λαβὼν ἀδικοῦντα; διαφθείρειν αὐτὸν ἔφη ἐμέ. καίτοι γ’, ἔφη, Κῦρε, οὕτω καλὸς κἀγαθὸς ἐκεῖνος ἦν ὡς καὶ ὅτε ἀποθνῄσκειν ἔμελλε προσκαλέσας με εἶπε· μήτι σύ, ἔφη, Τιγράνη, ὅτι ἀποκτείνει με, χαλεπανθῇς τῷ πατρί· οὐ γὰρ κακονοίᾳ τῇ σῇ τοῦτο ποιεῖ, ἀλλ’ ἀγνοίᾳ. ὁπόσα δὲ ἀγνοίᾳ ἄνθρωποι ἐξαμαρτάνουσι, πάντ’ ἀκούσια ταῦτ’ ἔγωγε νομίζω.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 3.1.33 Xen. Cyr. 3.1.37 (English) >>Xen. Cyr. 3.1.40

Powered by PhiloLogic