Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 2.4.9 Xen. Cyr. 2.4.12 (English) >>Xen. Cyr. 2.4.15

2.4.11ταῦτ’ οὖν ἐγὼ οὕτω προγιγνώσκων χρημάτων δοκῶ προσδεῖσθαι. πρὸς μὲν οὖν σὲ πάντας ὁρᾶν ὃν αἰσθάνομαι πολλὰ δαπανῶντα ἄτοπόν μοι δοκεῖ εἶναι· σκοπεῖν δ’ ἀξιῶ κοινῇ καὶ σὲ καὶ ἐμὲ ὅπως σὲ μὴ ἐπιλείψει χρήματα. ἐὰν γὰρ σὺ ἄφθονα ἔχῃς, οἶδα ὅτι καὶ ἐμοὶ ἂν εἴη λαμβάνειν ὁπότε δεοίμην, ἄλλως τε καὶ εἰ εἰς τοιοῦτόν τι λαμβάνοιμι μέλλοι καὶ σοὶ δαπανηθὲν βέλτιον εἶναι. 2.4.12ἔναγχος οὖν ποτέ σου μέμνημαι ἀκούσας ὡς Ἀρμένιος καταφρονοίη σου νῦν, ὅτι ἀκούει τοὺς πολεμίους προσιόντας ἡμῖν, καὶ οὔτε <τὸ> στράτευμα πέμποι οὔτε τὸν δασμὸν ὃν ἔδει ἀπάγοι. ποιεῖ γὰρ ταῦτα, ἔφη, Κῦρε, ἐκεῖνος· ὥστε ἔγωγε ἀπορῶ πότερόν μοι κρεῖττον στρατεύεσθαι καὶ πειρᾶσθαι ἀνάγκην αὐτῷ προσθεῖναι ἐᾶσαι ἐν τῷ παρόντι, μὴ καὶ τοῦτον πολέμιον πρὸς τοῖς ἄλλοις προσθώμεθα. 2.4.13καὶ Κῦρος ἐπήρετο· αἱ δ’ οἰκήσεις αὐτῷ πότερον ἐν ἐχυροῖς χωρίοις εἰσὶν καί που ἐν εὐεφόδοις; καὶ Κυαξάρης εἶπεν· αἱ μὲν οἰκήσεις οὐ πάνυ ἐν ἐχυροῖς· ἐγὼ γὰρ τούτου οὐκ ἠμέλουν· ὄρη μέντοι ἔστιν ἔνθα δύναιτ’ ἂν ἀπελθὼν ἐν τῷ παραχρῆμα ἐν ἀσφαλεῖ εἶναι τοῦ μὴ αὐτός γε ὑποχείριος γενέσθαι, μηδὲ ὅσα ἐνταῦθα δύναιτο ὑπεκκομίσασθαι, εἰ μή τις πολιορκοίη προσκαθήμενος, ὥσπερ καὶ ἐμὸς πατήρ ποτε ἐποίησεν.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 2.4.9 Xen. Cyr. 2.4.12 (English) >>Xen. Cyr. 2.4.15

Powered by PhiloLogic