Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 2.2.29 Xen. Cyr. 2.3.1 (English) >>Xen. Cyr. 2.3.4

2.2.30καὶ ὃς εἶπεν· ἐγὼ ὑμῖν νὴ τὸν Δία, ἄνδρες, ἐρῶ. ὁποσάκις γὰρ αὐτὸν ἐκάλεσα εἴτε νυκτὸς εἴτε ἡμέρας, οὐπώποτέ μοι οὔτ’ ἀσχολίαν προυφασίσατο οὔτε βάδην ὑπήκουσεν, ἀλλ’ ἀεὶ τρέχων· ὁποσάκις τε αὐτῷ πρᾶξαί τι προσέταξα, οὐδὲν ἀνιδρωτί ποτε αὐτὸν εἶδον ποιοῦντα. πεποίηκε δὲ καὶ τοὺς δεκαδέας πάντας τοιούτους, οὐ λόγῳ ἀλλ’ ἔργῳ ἀποδεικνὺς οἵους δεῖ εἶναι. 2.2.31καί τις εἶπε· κἄπειτα τοιοῦτον ὄντα οὐ φιλεῖς αὐτὸν ὥσπερ τοὺς συγγενεῖς; καὶ αἰσχρὸς ἐκεῖνος πρὸς τοῦτο ἔφη· μὰ Δία· οὐ γὰρ φιλόπονός ἐστιν· ἐπεὶ ἤρκει ἂν αὐτῷ, εἰ ἐμὲ ἤθελε φιλεῖν, τοῦτο ἀντὶ πάντων τῶν γυμνασίων.

ch. 3 2.3.1τοιαῦτα μὲν δὴ καὶ γελοῖα καὶ σπουδαῖα καὶ ἐλέγετο καὶ ἐπράττετο ἐν τῇ σκηνῇ. τέλος δὲ τὰς τρίτας σπονδὰς ποιήσαντες καὶ εὐξάμενοι τοῖς θεοῖς τἀγαθὰ τὴν σκηνὴν εἰς κοίτην διέλυον. τῇ δ’ ὑστεραίᾳ Κῦρος συνέλεξε πάντας τοὺς στρατιώτας καὶ ἔλεξε τοιάδε.

2.3.2ἄνδρες φίλοι, μὲν ἀγὼν ἐγγὺς ἡμῖν· προσέρχονται γὰρ οἱ πολέμιοι. τὰ δ’ ἆθλα τῆς νίκης, ἢν μὲν ἡμεῖς νικῶμεν (τοῦτο γὰρ ἀεὶ καὶ λέγειν καὶ ποιεῖν δεῖ), δῆλον ὅτι οἵ τε πολέμιοι ἡμέτεροι καὶ τὰ τῶν πολεμίων ἀγαθὰ πάντα· ἢν δὲ ἡμεῖς αὖ νικώμεθακαὶ οὕτω τὰ τῶν νικωμένων πάντα τοῖς νικῶσιν ἀεὶ ἆθλα πρόκειται.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 2.2.29 Xen. Cyr. 2.3.1 (English) >>Xen. Cyr. 2.3.4

Powered by PhiloLogic