Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.41 Xen. Cyr. 1.6.44 (English) >>Xen. Cyr. 1.6.46

1.6.43ὅπως δὲ χρὴ τάττειν εἰς μάχην στρατιὰν ὅπως ἄγειν ἡμέρας νυκτὸς στενὰς πλατείας ὁδοὺς ὀρεινὰς πεδινάς, ὅπως στρατοπεδεύεσθαι, ὅπως φυλακὰς νυκτερινὰς καὶ ἡμερινὰς καθιστάναι, ὅπως προσάγειν πρὸς πολεμίους ἀπάγειν ἀπὸ πολεμίων, ὅπως παρὰ πόλιν πολεμίαν ἄγειν ὅπως πρὸς τεῖχος ἄγειν ἀπάγειν, ὅπως νάπη ποταμοὺς διαβαίνειν, ὅπως ἱππικὸν φυλάττεσθαι ὅπως ἀκοντιστὰς τοξότας, καὶ εἴ γε δή σοι κατὰ κέρας ἄγοντι οἱ πολέμιοι ἐπιφανεῖεν, πῶς χρὴ ἀντικαθιστάναι, καὶ εἴ σοι ἐπὶ φάλαγγος ἄγοντι ἄλλοθέν ποθεν οἱ πολέμιοι φαίνοιντο κατὰ πρόσωπον, ὅπως χρὴ ἀντιπαράγειν, ὅπως τὰ τῶν πολεμίων ἄν τις μάλιστα αἰσθάνοιτο, ὅπως τὰ σὰ οἱ πολέμιοι ἥκιστα εἰδεῖεν, ταῦτα δὲ πάντα τί ἂν ἐγὼ λέγοιμί σοι; ὅσα τε γὰρ ἔγωγε ᾔδειν, πολλάκις ἀκήκοας, ἄλλος τε ὅστις ἐδόκει τι τούτων ἐπίστασθαι, οὐδενὸς αὐτῶν ἠμέληκας οὐδ’ ἀδαὴς γεγένησαι. δεῖ οὖν πρὸς τὰ συμβαίνοντα, οἶμαι, τούτοις χρῆσθαι ὁποῖον ἂν συμφέρειν σοι τούτων δοκῇ.

1.6.44μάθε δέ μου καὶ τάδε, ἔφη, παῖ, τὰ μέγιστα· παρὰ γὰρ ἱερὰ καὶ οἰωνοὺς μήτε σαυτῷ μηδέποτε μήτε στρατιᾷ κινδυνεύσῃς, κατανοῶν ὡς ἄνθρωποι μὲν αἱροῦνται πράξεις εἰκάζοντες, εἰδότες δὲ οὐδὲν ἀπὸ ποίας ἔσται αὐτοῖς τὰ ἀγαθά.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.41 Xen. Cyr. 1.6.44 (English) >>Xen. Cyr. 1.6.46

Powered by PhiloLogic