Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.39 Xen. Cyr. 1.6.42 (English) >>Xen. Cyr. 1.6.45

1.6.41ὥσπερ οὖν προεῖπον, εἰ τοιαῦτα ἐθελήσαις καὶ ἐπὶ τοῖς ἀνθρώποις μηχανᾶσθαι, οὐκ οἶδ’ ἔγωγε εἴ τινος λείποιο ἂν τῶν πολεμίων. ἢν δέ ποτε ἄρα ἀνάγκη γένηται καὶ ἐν τῷ ἰσοπέδῳ καὶ ἐκ τοῦ ἐμφανοῦς καὶ ὡπλισμένους ἀμφοτέρους μάχην συνάπτειν, ἐν τῷ τοιούτῳ δή, παῖ, αἱ ἐκ πολλοῦ παρεσκευασμέναι πλεονεξίαι μέγα δύνανται. ταύτας δὲ ἐγὼ λέγω εἶναι, ἢν τῶν στρατιωτῶν εὖ μὲν τὰ σώματα ἠσκημένα , εὖ δὲ αἱ ψυχαὶ τεθηγμέναι, εὖ δὲ αἱ πολεμικαὶ τέχναι μεμελετημέναι ὦσιν. 1.6.42εὖ δὲ χρὴ καὶ τοῦτο εἰδέναι ὅτι ὁπόσους ἂν ἀξιοῖς σοι πείθεσθαι, καὶ ἐκεῖνοι πάντες ἀξιώσουσι σὲ πρὸ ἑαυτῶν βουλεύεσθαι. μηδέποτ’ οὖν ἀφροντίστως ἔχε, ἀλλὰ τῆς μὲν νυκτὸς προσκόπει τί σοι ποιήσουσιν οἱ ἀρχόμενοι, ἐπειδὰν ἡμέρα γένηται, τῆς δ’ ἡμέρας ὅπως τὰ εἰς νύκτα κάλλιστα ἕξει. 1.6.43ὅπως δὲ χρὴ τάττειν εἰς μάχην στρατιὰν ὅπως ἄγειν ἡμέρας νυκτὸς στενὰς πλατείας ὁδοὺς ὀρεινὰς πεδινάς, ὅπως στρατοπεδεύεσθαι, ὅπως φυλακὰς νυκτερινὰς καὶ ἡμερινὰς καθιστάναι, ὅπως προσάγειν πρὸς πολεμίους ἀπάγειν ἀπὸ πολεμίων, ὅπως παρὰ πόλιν πολεμίαν ἄγειν ὅπως πρὸς τεῖχος ἄγειν ἀπάγειν, ὅπως νάπη ποταμοὺς διαβαίνειν, ὅπως ἱππικὸν φυλάττεσθαι ὅπως ἀκοντιστὰς τοξότας, καὶ εἴ γε δή σοι κατὰ κέρας ἄγοντι οἱ πολέμιοι ἐπιφανεῖεν, πῶς χρὴ ἀντικαθιστάναι, καὶ εἴ σοι ἐπὶ φάλαγγος ἄγοντι ἄλλοθέν ποθεν οἱ πολέμιοι φαίνοιντο κατὰ πρόσωπον, ὅπως χρὴ ἀντιπαράγειν, ὅπως τὰ τῶν πολεμίων ἄν τις μάλιστα αἰσθάνοιτο, ὅπως τὰ σὰ οἱ πολέμιοι ἥκιστα εἰδεῖεν, ταῦτα δὲ πάντα τί ἂν ἐγὼ λέγοιμί σοι; ὅσα τε γὰρ ἔγωγε ᾔδειν, πολλάκις ἀκήκοας, ἄλλος τε ὅστις ἐδόκει τι τούτων ἐπίστασθαι, οὐδενὸς αὐτῶν ἠμέληκας οὐδ’ ἀδαὴς γεγένησαι. δεῖ οὖν πρὸς τὰ συμβαίνοντα, οἶμαι, τούτοις χρῆσθαι ὁποῖον ἂν συμφέρειν σοι τούτων δοκῇ.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.39 Xen. Cyr. 1.6.42 (English) >>Xen. Cyr. 1.6.45

Powered by PhiloLogic