Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.11 Xen. Cyr. 1.6.13 (English) >>Xen. Cyr. 1.6.16

1.6.12τί γάρ, ἔφη, παῖ, τῶν ἄλλων, ὧν ἐδόκει ποθ’ ἡμῖν ἀναγκαῖον εἶναι μὴ παραμελεῖν, μέμνησαι; οὐ γάρ, ἔφη, μέμνημαι ὅτε ἐγὼ μὲν πρὸς σὲ ἦλθον ἐπ’ ἀργύριον, ὅπως ἀποδοίην τῷ φάσκοντι στρατηγεῖν με πεπαιδευκέναι, σὺ δὲ ἅμα διδούς μοι ἐπηρώτας ὧδέ πως· ἆρά γε, εἶπας, παῖ, ἐν τοῖς στρατηγικοῖς καὶ οἰκονομίας τί σοι ἐπεμνήσθη ἀνὴρ τὸν μισθὸν φέρεις; οὐδὲν μέντοι ἧττον οἱ στρατιῶται τῶν ἐπιτηδείων δέονται οἱ ἐν οἴκῳ οἰκέται. ἐπεὶ δ’ ἐγώ σοι λέγων τἀληθῆ εἶπον ὅτι οὐδ’ ὁτιοῦν περὶ τούτου ἐπεμνήσθη, ἐπήρου με πάλιν εἴ τί μοι ὑγιείας πέρι ῥώμης ἔλεξεν, ὡς δεῆσον τούτων ὥσπερ καὶ τῆς στρατηγίας τὸν στρατηγὸν ἐπιμελεῖσθαι. 1.6.13ὡς δὲ καὶ ταῦτ’ ἀπέφησα, ἐπήρου με αὖ πάλιν εἴ τινας τέχνας ἐδίδαξεν, αἳ τῶν πολεμικῶν ἔργων κράτισται ἂν σύμμαχοι γένοιντο. ἀποφήσαντος δέ μου καὶ τοῦτο ἀνέκρινας αὖ σὺ καὶ τόδε εἴ τί μ’ ἐπαίδευσεν ὡς ἂν δυναίμην στρατιᾷ προθυμίαν ἐμβαλεῖν, λέγων ὅτι τὸ πᾶν διαφέρει ἐν παντὶ ἔργῳ προθυμία ἀθυμίας. ἐπεὶ δὲ καὶ τοῦτο ἀνένευον, ἤλεγχες αὖ σὺ εἴ τινα λόγον ποιήσαιτο διδάσκων περὶ τοῦ πείθεσθαι τὴν στρατιάν, ὡς ἄν τις μάλιστα μηχανῷτο. 1.6.14ἐπεὶ δὲ καὶ τοῦτο παντάπασιν ἄρρητον ἐφαίνετο, τέλος δή μ’ ἐπήρου τι ποτὲ διδάσκων στρατηγίαν φαίη με διδάσκειν. κἀγὼ δὴ ἐνταῦθα ἀποκρίνομαι ὅτι τὰ τακτικά. καὶ σὺ γελάσας διῆλθές μοι παρατιθεὶς ἕκαστον τί εἴη ὄφελος στρατιᾷ τακτικῶν ἄνευ τῶν ἐπιτηδείων, τί δ’ ἄνευ τοῦ ὑγιαίνειν, τί δ’ ἄνευ τοῦ ἐπίστασθαι τὰς ηὑρημένας εἰς πόλεμον τέχνας, .. τί δ’ ἄνευ τοῦ πείθεσθαι. ὡς δέ μοι καταφανὲς ἐποίησας ὅτι μικρόν τι μέρος εἴη στρατηγίας τὰ τακτικά, ἐπερομένου μου εἴ τι τούτων σύ με διδάξαι ἱκανὸς εἴης, ἀπιόντα με ἐκέλευσας τοῖς στρατηγικοῖς νομιζομένοις ἀνδράσι διαλέγεσθαι καὶ πυθέσθαι πῇ ἕκαστα τούτων γίγνεται.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.11 Xen. Cyr. 1.6.13 (English) >>Xen. Cyr. 1.6.16

Powered by PhiloLogic