Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.10 Xen. Cyr. 1.6.12 (English) >>Xen. Cyr. 1.6.14

1.6.11ἀλλ’, ἔφη, πάτερ, ἄλλως τέ μοι καλῶς δοκεῖς ταῦτα λέγειν πάντα, καὶ ὅτι ὧν μὲν νῦν λέγονται λήψεσθαι οἱ στρατιῶται, οὐδεὶς αὐτῶν ἐμοὶ τούτων χάριν εἴσεται· ἴσασι γὰρ ἐφ’ οἷς αὐτοὺς Κυαξάρης ἐπάγεται συμμάχους· τι δ’ ἂν πρὸς τοῖς εἰρημένοις λαμβάνῃ τις, ταῦτα καὶ τιμὴν νομιοῦσι καὶ χάριν τούτων εἰκὸς εἰδέναι τῷ διδόντι. τὸ δ’ ἔχοντα δύναμιν ἔστι μὲν φίλους εὖ ποιοῦντα ἀντωφελεῖσθαι, ἔστι δὲ ἐχθροὺς ἔχοντα πειρᾶσθαι τείσασθαι, ἔπειτ’ ἀμελεῖν τοῦ πορίζεσθαι, οἴει τι, ἔφη, ἧττόν τι τοῦτο εἶναι αἰσχρὸν εἴ τις ἔχων μὲν ἀγρούς, ἔχων δὲ ἐργάτας οἷς ἂν ἐργάζοιτο, ἔπειτ’ ἐῴη τὴν ἀργοῦσαν ἀνωφέλητον εἶναι; ὥς γ’ ἐμοῦ, ἔφη, μηδέποτε ἀμελήσοντος τοῦ τὰ ἐπιτήδεια τοῖς στρατιώταις συμμηχανᾶσθαι μήτ’ ἐν φιλίᾳ μήτ’ ἐν πολεμίᾳ οὕτως ἔχε τὴν γνώμην.

1.6.12τί γάρ, ἔφη, παῖ, τῶν ἄλλων, ὧν ἐδόκει ποθ’ ἡμῖν ἀναγκαῖον εἶναι μὴ παραμελεῖν, μέμνησαι; οὐ γάρ, ἔφη, μέμνημαι ὅτε ἐγὼ μὲν πρὸς σὲ ἦλθον ἐπ’ ἀργύριον, ὅπως ἀποδοίην τῷ φάσκοντι στρατηγεῖν με πεπαιδευκέναι, σὺ δὲ ἅμα διδούς μοι ἐπηρώτας ὧδέ πως· ἆρά γε, εἶπας, παῖ, ἐν τοῖς στρατηγικοῖς καὶ οἰκονομίας τί σοι ἐπεμνήσθη ἀνὴρ τὸν μισθὸν φέρεις; οὐδὲν μέντοι ἧττον οἱ στρατιῶται τῶν ἐπιτηδείων δέονται οἱ ἐν οἴκῳ οἰκέται. ἐπεὶ δ’ ἐγώ σοι λέγων τἀληθῆ εἶπον ὅτι οὐδ’ ὁτιοῦν περὶ τούτου ἐπεμνήσθη, ἐπήρου με πάλιν εἴ τί μοι ὑγιείας πέρι ῥώμης ἔλεξεν, ὡς δεῆσον τούτων ὥσπερ καὶ τῆς στρατηγίας τὸν στρατηγὸν ἐπιμελεῖσθαι.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.10 Xen. Cyr. 1.6.12 (English) >>Xen. Cyr. 1.6.14

Powered by PhiloLogic