Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.7 Xen. Cyr. 1.6.10 (English) >>Xen. Cyr. 1.6.12

1.6.9ἀλλά τοι, ἔφη, παῖ, ἔνιά ἐστιν οὐ πρὸς ἀνθρώπους ἀγωνιστέον, ἀλλὰ πρὸς αὐτὰ τὰ πράγματα, ὧν οὐ ῥᾴδιον εὐπόρως περιγενέσθαι. αὐτίκα δήπου οἶσθα ὅτι εἰ μὴ ἕξει τὰ ἐπιτήδεια στρατιά, καταλελύσεταί σου ἀρχή. οὐκοῦν ταῦτα μέν, ἔφη, πάτερ, Κυαξάρης φησὶ παρέξειν τοῖς ἐντεῦθεν ἰοῦσι πᾶσιν ὁπόσοι ἂν ὦσι. τούτοις δὴ σύ, ἔφη, παῖ, πιστεύων ἔρχῃ, τοῖς παρὰ Κυαξάρου χρήμασιν; ἔγωγ’, ἔφη Κῦρος. τί δέ, ἔφη, οἶσθα ὁπόσα αὐτῷ ἔστι; μὰ τὸν Δί’, ἔφη Κῦρος, οὐ μὲν δή. ὅμως δὲ τούτοις πιστεύεις τοῖς ἀδήλοις; ὅτι δὲ πολλῶν μὲν σοὶ δεήσει, πολλὰ δὲ καὶ ἄλλα νῦν ἀνάγκη δαπανᾶν ἐκεῖνον, οὐ γιγνώσκεις; γιγνώσκω, ἔφη Κῦρος. ἢν οὖν, ἔφη, ἐπιλίπῃ αὐτὸν δαπάνη καὶ ἑκὼν ψεύσηται, πῶς σοι ἕξει τὰ τῆς στρατιᾶς; δῆλον ὅτι οὐ καλῶς. ἀτάρ, ἔφη, πάτερ, σὺ εἰ ἐνορᾷς τινα πόρον καὶ ἀπ’ ἐμοῦ ἂν προσγενόμενον, ἕως ἔτι ἐν φιλίᾳ ἐσμέν, λέγε. 1.6.10ἐρωτᾷς, ἔφη, παῖ, ποῦ ἂν ἀπὸ σοῦ πόρος προσγένοιτο; ἀπὸ τίνος δὲ μᾶλλον εἰκός ἐστι πόρον γενέσθαι ἀπὸ τοῦ δύναμιν ἔχοντος; σὺ δὲ πεζὴν μὲν δύναμιν ἐνθένδε ἔχων ἔρχῃ ἀνθ’ ἧς οἶδ’ ὅτι πολλαπλασίαν ἄλλην οὐκ ἂν δέξαιο, ἱππικὸν δέ σοι, ὅπερ κράτιστον, τὸ Μήδων σύμμαχον ἔσται. ποῖον οὖν ἔθνος τῶν πέριξ οὐ δοκεῖ σοι καὶ χαρίζεσθαι βουλόμενον ὑμῖν ὑπηρετήσειν καὶ φοβούμενον μή τι πάθῃ; χρή σε κοινῇ σὺν Κυαξάρῃ σκοπεῖσθαι μήποτε ἐπιλίπῃ τι ὑμᾶς ὧν δεῖ ὑπάρχειν, καὶ ἔθους δὲ ἕνεκα μηχανᾶσθαι προσόδου πόρον. τόδε δὲ πάντων μάλιστά μοι μέμνησο μηδέποτε ἀναμένειν τὸ πορίζεσθαι τὰ ἐπιτήδεια ἔστ’ ἂν χρεία σε ἀναγκάσῃ· ἀλλ’ ὅταν μάλιστα εὐπορῇς, τότε πρὸ τῆς ἀπορίας μηχανῶ. καὶ γὰρ τεύξῃ μᾶλλον παρ’ ὧν ἂν δέῃ μὴ ἄπορος δοκῶν εἶναι, καὶ ἔτι ἀναίτιος ἔσῃ παρὰ τοῖς σαυτοῦ στρατιώταις· ἐκ τούτου δὲ μᾶλλον καὶ ὑπ’ ἄλλων αἰδοῦς τεύξῃ, καὶ ἤν τινας βούλῃ εὖ ποιῆσαι τῇ δυνάμει κακῶς, μᾶλλον ἕως ἂν ἔχωσι τὰ δέοντα οἱ στρατιῶται ὑπηρετήσουσί σοι, καὶ πειστικωτέρους, σάφ’ ἴσθι, λόγους δυνήσῃ τότε λέγειν ὅτανπερ καὶ ἐνδείκνυσθαι μάλιστα δύνῃ καὶ εὖ ποιεῖν ἱκανὸς ὢν καὶ κακῶς.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.6.7 Xen. Cyr. 1.6.10 (English) >>Xen. Cyr. 1.6.12

Powered by PhiloLogic