Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.3.4 Xen. Cyr. 1.3.6 (English) >>Xen. Cyr. 1.3.9

1.3.5ἀλλ’, παῖ, φάναι τὸν Ἀστυάγην, οὐκ ἀχθόμενοι ταῦτα περιπλανώμεθα· γευόμενος δὲ καὶ σύ, ἔφη, γνώσῃ ὅτι ἡδέα ἐστίν. ἀλλὰ καὶ σέ, φάναι τὸν Κῦρον, ὁρῶ, πάππε, μυσαττόμενον ταῦτα τὰ βρώματα. καὶ τὸν Ἀστυάγην ἐπερέσθαι· καὶ τίνι δὴ σὺ τεκμαιρόμενος, παῖ, λέγεις; ὅτι σε, φάναι, ὁρῶ, ὅταν μὲν τοῦ ἄρτου ἅψῃ, εἰς οὐδὲν τὴν χεῖρα ἀποψώμενον, ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι πλέα σοι ἀπ’ αὐτῶν ἐγένετο. 1.3.6πρὸς ταῦτα δὲ τὸν Ἀστυάγην εἰπεῖν· εἰ τοίνυν οὕτω γιγνώσκεις, παῖ, ἀλλὰ κρέα γε εὐωχοῦ, ἵνα νεανίας οἴκαδε ἀπέλθῃς. ἅμα δὲ ταῦτα λέγοντα πολλὰ αὐτῷ παραφέρειν καὶ θήρεια καὶ τῶν ἡμέρων. καὶ τὸν Κῦρον, ἐπεὶ ἑώρα πολλὰ τὰ κρέα, εἰπεῖν· καὶ δίδως, φάναι, πάππε, πάντα ταῦτά μοι τὰ κρέα τι ἂν βούλωμαι αὐτοῖς χρῆσθαι; νὴ Δία, φάναι, παῖ, ἔγωγέ σοι. 1.3.7ἐνταῦθα δὴ τὸν Κῦρον λαβόντα τῶν κρεῶν διαδιδόναι τοῖς ἀμφὶ τὸν πάππον θεραπευταῖς, ἐπιλέγοντα ἑκάστῳ· σοὶ μὲν τοῦτο ὅτι προθύμως με ἱππεύειν διδάσκεις, σοὶ δ’ ὅτι μοι παλτὸν ἔδωκας· νῦν γὰρ τοῦτ’ ἔχω· σοὶ δ’ ὅτι τὸν πάππον καλῶς θεραπεύεις, σοὶ δ’ ὅτι μου τὴν μητέρα τιμᾷς· τοιαῦτα ἐποίει, ἕως διεδίδου πάντα ἔλαβε κρέα.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.3.4 Xen. Cyr. 1.3.6 (English) >>Xen. Cyr. 1.3.9

Powered by PhiloLogic