Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.3.10 Xen. Cyr. 1.3.12 (English) >>Xen. Cyr. 1.3.14

1.3.11καὶ Ἀστυάγης λέγει· δὲ σὸς πατήρ, παῖ, πίνων οὐ μεθύσκεται; οὐ μὰ Δί’, ἔφη. ἀλλὰ πῶς ποιεῖ; διψῶν παύεται, ἄλλο δὲ κακὸν οὐδὲν πάσχει· οὐ γάρ, οἶμαι, πάππε, Σάκας αὐτῷ οἰνοχοεῖ. καὶ μήτηρ εἶπεν· ἀλλὰ τί ποτε σύ, παῖ, τῷ Σάκᾳ οὕτω πολεμεῖς; τὸν δὲ Κῦρον εἰπεῖν· ὅτι νὴ Δία, φάναι, μισῶ αὐτόν· πολλάκις γάρ με πρὸς τὸν πάππον ἐπιθυμοῦντα προσδραμεῖν οὗτος μιαρώτατος ἀποκωλύει. ἀλλ’ ἱκετεύω, φάναι, πάππε, δός μοι τρεῖς ἡμέρας ἄρξαι αὐτοῦ. καὶ τὸν Ἀστυάγην εἰπεῖν· καὶ πῶς ἂν ἄρξαις αὐτοῦ; καὶ τὸν Κῦρον φάναι· στὰς ἂν ὥσπερ οὗτος ἐπὶ τῇ εἰσόδῳ, ἔπειτα ὁπότε βούλοιτο παριέναι ἐπ’ ἄριστον, λέγοιμ’ ἂν ὅτι οὔπω δυνατὸν τῷ ἀρίστῳ ἐντυχεῖν· σπουδάζει γὰρ πρός τινας· εἶθ’ ὁπότε ἥκοι ἐπὶ τὸ δεῖπνον, λέγοιμ’ ἂν ὅτι λοῦται· εἰ δὲ πάνυ σπουδάζοι φαγεῖν, εἴποιμ’ ἂν ὅτι παρὰ ταῖς γυναιξίν ἐστιν· ἕως παρατείναιμι τοῦτον ὥσπερ οὗτος ἐμὲ παρατείνει ἀπὸ σοῦ κωλύων. 1.3.12τοσαύτας μὲν αὐτοῖς εὐθυμίας παρεῖχεν ἐπὶ τῷ δείπνῳ· τὰς δ’ ἡμέρας, εἴ τινος αἴσθοιτο δεόμενον τὸν πάππον τὸν τῆς μητρὸς ἀδελφόν, χαλεπὸν ἦν ἄλλον φθάσαι τοῦτο ποιήσαντα· τι γὰρ δύναιτο Κῦρος ὑπερέχαιρεν αὐτοῖς χαριζόμενος.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 1.3.10 Xen. Cyr. 1.3.12 (English) >>Xen. Cyr. 1.3.14

Powered by PhiloLogic