Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 3.1 Plut. Per. 4.1 (English) >>Plut. Per. 4.4

3.3τῶν δὲ κωμικῶν μὲν Κρατῖνος ἐν Χείρωσι· “στάσις δὲ” (φησὶ) “καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε μέγιστον τίκτετον τύραννον, ὃν δὴ κεφαληγερέταν θεοὶ καλέουσι·” καὶ πάλιν ἐν Νεμέσει· “μόλ’, Ζεῦ ξένιε καὶ καραιέ.” 3.4Τηλεκλείδης δὲ ποτὲ μὲν ὑπὸ τῶν πραγμάτων ἠπορημένον καθῆσθαί φησιν αὐτὸν ἐν τῇ πόλεικαρηβαροῦντα, ποτὲ δὲ μόνον ἐκ κεφαλῆς ἑνδεκακλίνου θόρυβον πολὺν ἐξανατέλλειν·” δ’ Εὔπολις ἐν τοῖς Δήμοις πυνθανόμενος περὶ ἑκάστου τῶν ἀναβεβηκότων ἐξ ᾅδου δημαγωγῶν, ὡς Περικλῆς ὠνομάσθη τελευταῖος· τι περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες.
Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 280

ch. 4 4.1

διδάσκαλον δ’ αὐτοῦ τῶν μουσικῶν οἱ πλεῖστοι Δάμωνα γενέσθαι λέγουσιν, οὗ φασι δεῖν τοὔνομα βραχύνοντας τὴν προτέραν συλλαβὴν ἐκφέρειν· Ἀριστοτέλης δὲ παρὰ Πυθοκλείδῃ μουσικὴν διαπονηθῆναι τὸν ἄνδρα φησίν. δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι μὲν εἰς τὸ τῆς μουσικῆς ὄνομα πρὸς τοὺς πολλοὺς ἐπικρυπτόμενος τὴν δεινότητα, τῷ δὲ Περικλεῖ συνῆν καθάπερ ἀθλητῇ τῶν πολιτικῶν ἀλείπτης καὶ διδάσκαλος. 4.2οὐ μὴν ἔλαθεν Δάμων τῇ λύρα παρακαλύμματι χρώμενος, ἀλλ’ ὡς μεγαλοπράγμων καὶ φιλοτύραννος ἐξωστρακίσθη καὶ παρέσχε τοῖς κωμικοῖς διατριβήν. γοῦν Πλάτων καὶ πυνθανόμενον αὐτοῦ τινα πεποίηκεν οὕτω· πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γὰρ,
ὥς φασιν, Χείρων ἐξέθρεψας Περικλέα.
Plato comicus; Kock, Com. Att. Frag. i. p. 655



Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 3.1 Plut. Per. 4.1 (English) >>Plut. Per. 4.4

Powered by PhiloLogic