Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 22.3 Plut. Per. 23.2 (English) >>Plut. Per. 24.4

23.1

τοῦ δὲ Περικλέους ἐν τῷ τῆς στρατηγίας ἀπολογισμῷ δέκα ταλάντων ἀνάλωμα γράψαντος ἀνηλωμένων εἰς τὸ δέον, δῆμος ἀπεδέξατο μὴ πολυπραγμονήσας μηδ’ ἐλέγξας τὸ ἀπόρρητον. ἔνιοι δ’ ἱστορήκασιν, ὧν ἐστι καὶ Θεόφραστος φιλόσοφος, ὅτι καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τὴν Σπάρτην ἐφοίτα δέκα τάλαντα παρὰ τοῦ Περικλέους, οἷς τοὺς ἐν τέλει πάντας θεραπεύων παρῃτεῖτο τὸν πόλεμον, οὐ τὴν εἰρήνην ὠνούμενος, ἀλλὰ τὸν χρόνον, ἐν παρασκευασάμενος καθ’ ἡσυχίαν ἔμελλε πολεμήσειν βέλτιον. 23.2αὖθις οὖν ἐπὶ τοὺς ἀφεστῶτας τραπόμενος καὶ διαβὰς εἰς Εὔβοιαν πεντήκοντα ναυσὶ καὶ πεντακισχιλίοις ὁπλίταις κατεστρέψατο τὰς πόλεις. καὶ Χαλκιδέων μὲν τοὺς ἱπποβότας λεγομένους πλούτῳ καὶ δόξῃ διαφέροντας ἐξέβαλεν, Ἑστιεῖς δὲ πάντας ἀναστήσας ἐκ τῆς χώρας Ἀθηναίους κατῴκισε, μόνοις τούτοις ἀπαραιτήτως χρησάμενος ὅτι ναῦν Ἀττικὴν αἰχμάλωτον λαβόντες ἀπέκτειναν τοὺς ἄνδρας.

ch. 24 24.1

ἐκ τούτου γενομένων σπονδῶν Ἀθηναίοις καὶ Λακεδαιμονίοις εἰς ἔτη τριάκοντα ψηφίζεται τὸν εἰς Σάμον πλοῦν, αἰτίαν ποιησάμενος κατ’ αὐτῶν ὅτι τὸν πρὸς Μιλησίους κελευόμενοι διαλύσασθαι πόλεμον οὐχ ὑπήκουον.

ἐπεὶ δ’ Ἀσπασία χαριζόμενος δοκεῖ πρᾶξαι τὰ πρὸς Σαμίους, ἐνταῦθα ἂν εἴη καιρὸς διαπορῆσαι μάλιστα περὶ τῆς ἀνθρώπου, τίνα τέχνην δύναμιν τοσαύτην ἔχουσα τῶν τε πολιτικῶν τοὺς πρωτεύοντας ἐχειρώσατο καὶ τοῖς φιλοσόφοις οὐ φαῦλον οὐδ’ ὀλίγον ὑπὲρ αὑτῆς παρέσχε λόγον. ὅτι μὲν γὰρ ἦν Μιλησία γένος,



Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 22.3 Plut. Per. 23.2 (English) >>Plut. Per. 24.4

Powered by PhiloLogic