Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 1.1 Plut. Per. 2.1 (English) >>Plut. Per. 3.1

1.5διὸ καλῶς μὲν Ἀντισθένης ἀκούσας ὅτι σπουδαῖός ἐστιν αὐλητὴς Ἰσμηνίας, “ἀλλ’ ἄνθρωπος,” ἔφη, “μοχθηρός· οὐ γὰρ ἂν οὕτω σπουδαῖος ἦν αὐλητής·” δὲ Φίλιππος πρὸς τὸν υἱὸν ἐπιτερπῶς ἔν τινι πότῳ ψήλαντα καὶ τεχνικῶς εἶπεν· “οὐκ αἰσχύνῃ καλῶς οὕτω ψάλλων;” ἀρκεῖ γάρ, ἂν βασιλεὺς ἀκροᾶσθαι ψαλλόντων σχολάζῃ, καὶ πολὺ νέμει ταῖς Μούσαις ἑτέρων ἀγωνιζομένων τὰ τοιαῦτα θεατὴς γιγνόμενος.

ch. 2 2.1

δ’ αὐτουργία τῶν ταπεινῶν τῆς εἰς τὰ καλὰ ῥᾳθυμίας μάρτυρα τὸν ἐν τοῖς ἀχρήστοις πόνον παρέχεται καθ’ αὑτῆς· καὶ οὐδεὶς εὐφυὴς νέος τὸν ἐν Πίσῃ θεασάμενος Δία γενέσθαι Φειδίας ἐπεθύμησεν τὴν Ἥραν τὴν ἐν Ἄργει Πολύκλειτος, οὐδ’ Ἀνακρέων Φιλητᾶς Ἀρχίλοχος ἡσθεὶς αὐτῶν τοῖς ποιήμασιν. 2.2οὐ γὰρ ἀναγκαῖον, εἰ τέρπει τὸ ἔργον ὡς χάριεν, ἄξιον σπουδῆς εἶναι τὸν εἰργασμένον. ὅθεν οὐδ’ ὠφελεῖ τὰ τοιαῦτα τοὺς θεωμένους, πρὸς μιμητικὸς οὐ γίνεται ζῆλος οὐδὲ ἀνάδοσις κινοῦσα προθυμίαν καὶ ὁρμὴν ἐπὶ τὴν ἐξομοίωσιν. ἀλλ’ γε ἀρετὴ ταῖς πράξεσιν εὐθὺς οὕτω διατίθησιν ὥστε ἅμα θαυμάζεσθαι τὰ ἔργα καὶ ζηλοῦσθαι τοὺς εἰργασμένους. 2.3τῶν μὲν γὰρ ἐκ τῆς τύχης ἀγαθῶν τὰς κτήσεις καὶ ἀπολαύσεις, τῶν δ’ ἀπ’ ἀρετῆς τὰς πράξεις ἀγαπῶμεν, καὶ τὰ μὲν ἡμῖν παρ’ ἑτέρων, τὰ δὲ μᾶλλον ἑτέροις παρ’ ἡμῶν ὑπάρχειν βουλόμεθα. τὸ γὰρ καλὸν ἐφ’ αὑτὸ πρακτικῶς κινεῖ καὶ πρακτικὴν εὐθὺς ὁρμὴν ἐντίθησιν, ἠθοποιοῦν οὐ τῇ μιμήσει τὸν θεατήν, ἀλλὰ τῇ ἱστορίᾳ τοῦ ἔργου τὴν προαίρεσιν παρεχόμενον.



Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 1.1 Plut. Per. 2.1 (English) >>Plut. Per. 3.1

Powered by PhiloLogic