Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 15.2 Plut. Per. 15.5 (English) >>Plut. Per. 16.4

15.4παντοδαπῶν γάρ, ὡς εἰκός, παθῶν ἐν ὄχλῳ τοσαύτην τὸ μέγεθος ἀρχὴν ἔχοντι φυομένων, μόνος ἐμμελῶς ἕκαστα διαχειρίσασθαι πεφυκώς, μάλιστα δ’ ἐλπίσι καὶ φόβοις ὥσπερ οἴαξι προσστέλλων τὸ θρασυνόμενον αὐτῶν καὶ τὸ δύσθυμον ἀνιεὶς καὶ παραμυθούμενος, ἔδειξε τὴν ῥητορικὴν κατὰ Πλάτωνα ψυχαγωγίαν οὖσαν καὶ μέγιστον ἔργον αὐτῆς τὴν περὶ τὰ ἤθη καὶ πάθη μέθοδον, ὥσπερ τινὰς τόνους καὶ φθόγγους ψυχῆς μάλ’ ἐμμελοῦς ἁφῆς καὶ κρούσεως δεομένους. 15.5αἰτία δ’ οὐχ τοῦ λόγου ψιλῶς δύναμις, ἀλλ’, ὡς Θουκυδίδης φησίν, περὶ τὸν βίον δόξα καὶ πίστις τοῦ ἀνδρός, ἀδωροτάτου περιφανῶς γενομένου καὶ χρημάτων κρείττονος· ὃς καὶ τὴν πόλιν ἐκ μεγάλης μεγίστην καὶ πλουσιωτάτην ποιήσας, καὶ γενόμενος δυνάμει πολλῶν βασιλέων καὶ τυράννων ὑπέρτερος, ὧν ἔνιοι καὶ ἐπίτροπον τοῖς υἱέσι διέθεντο ἐκεῖνον, μιᾷ δραχμῇ μείζονα τὴν οὐσίαν οὐκ ἐποίησεν ἧς πατὴρ αὐτῷ κατέλιπε.

ch. 16 16.1

καίτοι τὴν δύναμιν αὐτοῦ σαφῶς μὲν Θουκυδίδης διηγεῖται, κακοήθως δὲ παρεμφαίνουσιν οἱ κωμικοί, Πεισιστρατίδας μὲν νέους τοὺς περὶ αὐτὸν ἑταίρους καλοῦντες, αὐτὸν δ’ ἀπομόσαι μὴ τυραννήσειν κελεύοντες, ὡς ἀσυμμέτρου πρὸς δημοκρατίαν καὶ βαρυτέρας περὶ αὐτὸν οὔσης ὑπεροχῆς· 16.2 δὲ Τηλεκλείδης παραδεδωκέναι φησὶν αὐτῷ τοὺς Ἀθηναίους πόλεών τε φόρους αὐτάς τε πόλεις, τὰς μὲν δεῖν, τὰς δ’ ἀναλύειν,
λάϊνα τείχη, τὰ μὲν οἰκοδομεῖν, τὰ δ’ ἔπειτα πάλιν καταβάλλειν,
σπονδάς, δύναμιν, κράτος, εἰρήνην, πλοῦτόν τ’ εὐδαιμονίαν τε.
Telecleides; Kock, Com. Att. Frag. i. p. 220
καὶ ταῦτα καιρὸς οὐκ ἦν οὐδ’ ἀκμὴ καὶ χάρις ἀνθούσης ἐφ’ ὥρᾳ πολιτείας, ἀλλὰ τεσσαράκοντα μὲν ἔτη πρωτεύων ἐν Ἐφιάλταις καὶ Λεωκράταις καὶ Μυρωνίδαις καὶ Κίμωσι καὶ Τολμίδαις καὶ Θουκυδίδαις,



Plutarch, Pericles (XML Header) [genre: prose] [word count] [Plut. Per.].
<<Plut. Per. 15.2 Plut. Per. 15.5 (English) >>Plut. Per. 16.4

Powered by PhiloLogic