Plutarch, Cimon (XML Header) [genre: prose] [word count] [Plut. Cim.].
<<Plut. Cim. 1.3 Plut. Cim. 1.7 (English) >>Plut. Cim. 2.5

1.6τὸν δὲ Δάμωνα λῃστείαις καὶ καταδρομαῖς πορθοῦντα τὴν χώραν καὶ τῇ πόλει προσκείμενον ὑπηγάγοντο πρεσβείαις καὶ ψηφίσμασι φιλανθρώποις οἱ πολῖται, κατελθόντα δὲ γυμνασίαρχον κατέστησαν· εἶτ’ ἀλειφόμενον ἐν τῷ πυριατηρίῳ διέφθειραν. ἐπὶ πολὺν δὲ χρόνον εἰδώλων τινῶν ἐν τῷ τόπῳ προφαινομένων καὶ στεναγμῶν ἐξακουομένων, ὡς οἱ πατέρες ἡμῶν λέγουσι, τὰς θύρας ἀνῳκοδόμησαν τοῦ πυριατηρίου· καὶ μέχρι νῦν οἱ τῷ τόπῳ γειτνιῶντες οἴονταί τινας ὄψεις καὶ φωνὰς ταραχώδεις φέρεσθαι. 1.7τοὺς δ’ ἀπὸ τοῦ γένους αὐτοῦ (διασώζονται γὰρ ἔνιοι, μάλιστα τῆς Φωκίδος περὶ Στεῖριν, αἰολίζοντες) ἀσβολωμένους καλοῦσι διὰ τὸ τὸν Δάμωνα πρὸς τὸν φόνον ἀσβόλῳ χρισάμενον ἐξελθεῖν.

ch. 2 2.1ἐπεὶ δ’ ἀστυγείτονες ὄντες Ὀρχομένιοι καὶ διάφοροι τοῖς Χαιρωνεῦσιν ἐμισθώσαντο Ῥωμαϊκὸν συκοφάντην, δ’ ὥσπερ ἑνὸς ἀνθρώπου τὸ τῆς πόλεως ὄνομα κατενεγκὼν ἐδίωκε φόνου τῶν ὑπὸ τοῦ Δάμωνος ἀνῃρημένων, δὲ κρίσις ἦν ἐπὶ τοῦ στρατηγοῦ τῆς Μακεδονίας (οὔπω γὰρ εἰς τὴν Ἑλλάδα Ῥωμαῖοι στρατηγοὺς διεπέμποντο), 2.2οἱ λέγοντες ὑπὲρ τῆς πόλεως ἐπεκαλοῦντο τὴν Λουκούλλου μαρτυρίαν, γράψαντος δὲ τοῦ στρατηγοῦ πρὸς Λούκουλλον ἐκεῖνος ἐμαρτύρησε τἀληθῆ, καὶ τὴν δίκην οὕτως ἀπέφυγεν πόλις κινδυνεύουσα περὶ τῶν μεγίστων. ἐκεῖνοι μὲν οὖν οἱ τότε σωθέντες εἰκόνα τοῦ Λουκούλλου λιθίνην ἐν ἀγορᾷ παρὰ τὸν Διόνυσον ἀνέστησαν, ἡμεῖς δ’, εἰ καὶ πολλαῖς ἡλικίαις λειπόμεθα, τὴν μὲν χάριν οἰόμεθα διατείνειν καὶ πρὸς ἡμᾶς τοὺς νῦν ὄντας,



Plutarch, Cimon (XML Header) [genre: prose] [word count] [Plut. Cim.].
<<Plut. Cim. 1.3 Plut. Cim. 1.7 (English) >>Plut. Cim. 2.5

Powered by PhiloLogic