Plato, Symposium (XML Header) [genre: prose] [word count] [Pl. Symp.].
<<Pl. Symp. 202b Pl. Symp. 202e (English) >>Pl. Symp. 203c

202dἀλλὰ μὴν Ἔρωτά γε ὡμολόγηκας δι’ ἔνδειαν τῶν ἀγαθῶν καὶ καλῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστιν.

ὡμολόγηκα γάρ.

πῶς ἂν οὖν θεὸς εἴη γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος;

οὐδαμῶς, ὥς γ’ ἔοικεν.

ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ ἔρωτα οὐ θεὸν νομίζεις;

τί οὖν ἄν, ἔφην, εἴη Ἔρως; θνητός;

ἥκιστά γε.

ἀλλὰ τί μήν;

ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου.

τί οὖν, Διοτίμα;

δαίμων μέγας, Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον 202eμεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ.

τίνα, ἦν δ’ ἐγώ, δύναμιν ἔχον;

ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρ’ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν, ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι. διὰ τούτου καὶ μαντικὴ πᾶσα χωρεῖ καὶ τῶν ἱερέων τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τελετὰς 203aκαὶ τὰς ἐπῳδὰς καὶ τὴν μαντείαν πᾶσαν καὶ γοητείαν. θεὸς δὲ ἀνθρώπῳ οὐ μείγνυται, ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ὁμιλία καὶ διάλεκτος θεοῖς πρὸς ἀνθρώπους, καὶ ἐγρηγορόσι καὶ καθεύδουσι· καὶ μὲν περὶ τὰ τοιαῦτα σοφὸς δαιμόνιος ἀνήρ, δὲ ἄλλο τι σοφὸς ὢν περὶ τέχνας χειρουργίας τινὰς βάναυσος. οὗτοι δὴ οἱ δαίμονες πολλοὶ καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων ἐστὶ καὶ Ἔρως.

πατρὸς δέ, ἦν δ’ ἐγώ, τίνος ἐστὶ καὶ μητρός;



Plato, Symposium (XML Header) [genre: prose] [word count] [Pl. Symp.].
<<Pl. Symp. 202b Pl. Symp. 202e (English) >>Pl. Symp. 203c

Powered by PhiloLogic