Plato, Republic (XML Header) [genre: prose] [word count] [Pl. Resp.].
<<Pl. Resp. 561b Pl. Resp. 562a (English) >>Pl. Resp. 562c

561dτοτὲ δ’ αὖ γυμναζόμενος, ἔστιν δ’ ὅτε ἀργῶν καὶ πάντων ἀμελῶν, τοτὲ δ’ ὡς ἐν φιλοσοφίᾳ διατρίβων. πολλάκις δὲ πολιτεύεται, καὶ ἀναπηδῶν ὅτι ἂν τύχῃ λέγει τε καὶ πράττει· κἄν ποτέ τινας πολεμικοὺς ζηλώσῃ, ταύτῃ φέρεται, χρηματιστικούς, ἐπὶ τοῦτ’ αὖ. καὶ οὔτε τις τάξις οὔτε ἀνάγκη ἔπεστιν αὐτοῦ τῷ βίῳ, ἀλλ’ ἡδύν τε δὴ καὶ ἐλευθέριον καὶ μακάριον καλῶν τὸν βίον τοῦτον χρῆται αὐτῷ διὰ παντός.

561eπαντάπασιν, δ’ ὅς, διελήλυθας βίον ἰσονομικοῦ τινος ἀνδρός.

οἶμαι δέ γε, ἦν δ’ ἐγώ, καὶ παντοδαπόν τε καὶ πλείστων ἠθῶν μεστόν, καὶ τὸν καλόν τε καὶ ποικίλον, ὥσπερ ἐκείνην τὴν πόλιν, τοῦτον τὸν ἄνδρα εἶναι· ὃν πολλοὶ ἂν καὶ πολλαὶ ζηλώσειαν τοῦ βίου, παραδείγματα πολιτειῶν τε καὶ τρόπων πλεῖστα ἐν αὐτῷ ἔχοντα.

οὗτος γάρ, ἔφη, ἔστιν.

562aτί οὖν; τετάχθω ἡμῖν κατὰ δημοκρατίαν τοιοῦτος ἀνήρ, ὡς δημοκρατικὸς ὀρθῶς ἂν προσαγορευόμενος;

τετάχθω, ἔφη.

καλλίστη δή, ἦν δ’ ἐγώ, πολιτεία τε καὶ κάλλιστος ἀνὴρ λοιπὰ ἂν ἡμῖν εἴη διελθεῖν, τυραννίς τε καὶ τύραννος.

κομιδῇ γ’, ἔφη.

φέρε δή, τίς τρόπος τυραννίδος, φίλε ἑταῖρε, γίγνεται; ὅτι μὲν γὰρ ἐκ δημοκρατίας μεταβάλλει σχεδὸν δῆλον.

δῆλον.

ἆρ’ οὖν τρόπον τινὰ τὸν αὐτὸν ἔκ τε ὀλιγαρχίας δημοκρατία



Plato, Republic (XML Header) [genre: prose] [word count] [Pl. Resp.].
<<Pl. Resp. 561b Pl. Resp. 562a (English) >>Pl. Resp. 562c

Powered by PhiloLogic