Plato, Euthyphro (XML Header) [genre: prose] [word count] [Pl. Euthphr.].
<<Pl. Euthphr. 9b Pl. Euthphr. 9d (English) >>Pl. Euthphr. 10b

9c

Σωκράτης

ἀλλ’ ἀκούσονται. ἐάνπερ εὖ δοκῇς λέγειν. τόδε δέ σου ἐνενόησα ἅμα λέγοντος καὶ πρὸς ἐμαυτὸν σκοπῶ· “εἰ ὅτι μάλιστά με Εὐθύφρων διδάξειεν ὡς οἱ θεοὶ ἅπαντες τὸν τοιοῦτον θάνατον ἡγοῦνται ἄδικον εἶναι, τί μᾶλλον ἐγὼ μεμάθηκα παρ’ Εὐθύφρονος τί ποτ’ ἐστὶν τὸ ὅσιόν τε καὶ τὸ ἀνόσιον; θεομισὲς μὲν γὰρ τοῦτο τὸ ἔργον, ὡς ἔοικεν, εἴη ἄν. ἀλλὰ γὰρ οὐ τούτῳ ἐφάνη ἄρτι ὡρισμένα τὸ ὅσιον καὶ μή· τὸ γὰρ θεομισὲς ὂν καὶ θεοφιλὲς ἐφάνη.” ὥστε τούτου μὲν ἀφίημί σε, Εὐθύφρων· εἰ βούλει, πάντες αὐτὸ 9dἡγείσθων θεοὶ ἄδικον καὶ πάντες μισούντων. ἀλλ’ ἆρα τοῦτο νῦν ἐπανορθούμεθα ἐν τῷ λόγῳὡς μὲν ἂν πάντες οἱ θεοὶ μισῶσιν ἀνόσιόν ἐστιν, δ’ ἂν φιλῶσιν, ὅσιον· δ’ ἂν οἱ μὲν φιλῶσιν οἱ δὲ μισῶσιν, οὐδέτερα ἀμφότεραἆρ’ οὕτω βούλει ἡμῖν ὡρίσθαι νῦν περὶ τοῦ ὁσίου καὶ τοῦ ἀνοσίου;

Εὐθύφρων

τί γὰρ κωλύει, Σώκρατες;

Σωκράτης

οὐδὲν ἐμέ γε, Εὐθύφρων, ἀλλὰ σὺ δὴ τὸ σὸν σκόπει, εἰ τοῦτο ὑποθέμενος οὕτω ῥᾷστά με διδάξεις ὑπέσχου. 9e

Εὐθύφρων

ἀλλ’ ἔγωγε φαίην ἂν τοῦτο εἶναι τὸ ὅσιον ἂν πάντες οἱ θεοὶ φιλῶσιν, καὶ τὸ ἐναντίον, ἂν πάντες θεοὶ μισῶσιν, ἀνόσιον.

Σωκράτης

οὐκοῦν ἐπισκοπῶμεν αὖ τοῦτο, Εὐθύφρων, εἰ καλῶς λέγεται, ἐῶμεν καὶ οὕτω ἡμῶν τε αὐτῶν ἀποδεχώμεθα καὶ τῶν ἄλλων, ἐὰν μόνον φῇ τίς τι ἔχειν οὕτω συγχωροῦντες ἔχειν; σκεπτέον τί λέγει λέγων;

Εὐθύφρων

σκεπτέον· οἶμαι μέντοι ἔγωγε τοῦτο νυνὶ καλῶς λέγεσθαι.



Plato, Euthyphro (XML Header) [genre: prose] [word count] [Pl. Euthphr.].
<<Pl. Euthphr. 9b Pl. Euthphr. 9d (English) >>Pl. Euthphr. 10b

Powered by PhiloLogic