Plato, Cratylus (XML Header) [genre: prose] [word count] [Pl. Cra.].
<<Pl. Cra. 430d Pl. Cra. 431b (English) >>Pl. Cra. 431e

431aεἰπεῖν ὅτιτουτί ἐστι σὸν ὄνομα,” καὶ μετὰ τοῦτο εἰς τὴν τῆς ἀκοῆς αὖ αἴσθησιν καταστῆσαι, ἂν μὲν τύχῃ, τὸ ἐκείνου μίμημα, εἰπόντα ὅτι ἀνήρ, ἂν δὲ τύχῃ, τὸ τοῦ θήλεος τοῦ ἀνθρωπίνου γένους, εἰπόντα ὅτι γυνή; οὐ δοκεῖ σοι τοῦτο οἷόν τ’ εἶναι καὶ γίγνεσθαι ἐνίοτε;

Κρατύλος

ἐθέλω σοι, Σώκρατες, συγχωρῆσαι καὶ ἔστω οὕτως.

Σωκράτης

καλῶς γε σὺ ποιῶν, φίλε, εἰ ἔστι τοῦτο οὕτως· οὐδὲν γὰρ δεῖ νῦν πάνυ διαμάχεσθαι περὶ αὐτοῦ. εἰ δ’ οὖν 431bἔστι τοιαύτη τις διανομὴ καὶ ἐνταῦθα, τὸ μὲν ἕτερον τούτων ἀληθεύειν βουλόμεθα καλεῖν, τὸ δ’ ἕτερον ψεύδεσθαι. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ἔστι μὴ ὀρθῶς διανέμειν τὰ ὀνόματα μηδὲ ἀποδιδόναι τὰ προσήκοντα ἑκάστῳ, ἀλλ’ ἐνίοτε τὰ μὴ προσήκοντα, εἴη ἂν καὶ ῥήματα ταὐτὸν τοῦτο ποιεῖν. εἰ δὲ ῥήματα καὶ ὀνόματα ἔστιν οὕτω τιθέναι, ἀνάγκη καὶ λόγους· 431cλόγοι γάρ που, ὡς ἐγᾦμαι, τούτων σύνθεσίς ἐστιν· πῶς λέγεις, Κρατύλε;

Κρατύλος

οὕτω· καλῶς γάρ μοι δοκεῖς λέγειν.

Σωκράτης

οὐκοῦν εἰ γράμμασιν αὖ τὰ πρῶτα ὀνόματα ἀπεικάζομεν, ἔστιν ὥσπερ ἐν τοῖς ζωγραφήμασιν καὶ πάντα τὰ προσήκοντα χρώματά τε καὶ σχήματα ἀποδοῦναι, καὶ μὴ πάντα αὖ, ἀλλ’ ἔνια ἐλλείπειν, ἔνια δὲ καὶ προστιθέναι, καὶ πλείω καὶ μείζω· οὐκ ἔστιν;

Κρατύλος

ἔστιν.

Σωκράτης

οὐκοῦν μὲν ἀποδιδοὺς πάντα καλὰ τὰ γράμματά τε καὶ τὰς εἰκόνας ἀποδίδωσιν, δὲ προστιθεὶς ἀφαιρῶν γράμματα μὲν καὶ εἰκόνας ἐργάζεται καὶ οὗτος, ἀλλὰ πονηράς;



Plato, Cratylus (XML Header) [genre: prose] [word count] [Pl. Cra.].
<<Pl. Cra. 430d Pl. Cra. 431b (English) >>Pl. Cra. 431e

Powered by PhiloLogic