Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [Hom. Od.].
<<Hom. Od. 11.105 Hom. Od. 11.130 (English English(2)) >>Hom. Od. 11.155

11.120κτείνῃς ἠὲ δόλῳ ἀμφαδὸν ὀξέι χαλκῷ,
ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
εἰς κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες, οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
οὐδ’ ἄρα τοί γ’ ἴσασι νέας φοινικοπαρῄους
11.125οὐδ’ ἐυήρε’ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει·
ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
11.130ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
ἀρνειὸν ταῦρόν τε συῶν τ’ ἐπιβήτορα κάπρον,
οἴκαδ’ ἀποστείχειν ἔρδειν θ’ ἱερᾶς ἑκατόμβας
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
πᾶσι μάλ’ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
11.135ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω
ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
«Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
11.140ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
μητρὸς τήνδ’ ὁρόω ψυχὴν κατατεθνηυίης·
δ’ ἀκέουσ’ ἧσται σχεδὸν αἵματος, οὐδ’ ἑὸν υἱὸν
ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα



Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [Hom. Od.].
<<Hom. Od. 11.105 Hom. Od. 11.130 (English English(2)) >>Hom. Od. 11.155

Powered by PhiloLogic