Euripides, Suppliants (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Eur. Supp.].
<<Eur. Supp. 1 Eur. Supp. 1 (English) >>Eur. Supp. 42

Αἴθρα1Δήμητερ ἑστιοῦχ’ Ἐλευσῖνος χθονὸς
τῆσδ’, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
εὐδαιμονεῖν με Θησέα τε παῖδ’ ἐμὸν
πόλιν τ’ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,
5ἐν με θρέψας ὀλβίοις ἐν δώμασιν
Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.
ἐς τάσδε γὰρ βλέψασ’ ἐπηυξάμην τάδε
γραῦς, αἳ λιποῦσαι δώματ’ Ἀργείας χθονὸς
10ἱκτῆρι θαλλῷ προσπίτνουσ’ ἐμὸν γόνυ,
πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
ἄπαιδές εἰσιν, οὕς ποτ’ Ἀργείων ἄναξ
Ἄδραστος ἤγαγ’, Οἰδίπου παγκληρίας
15μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
εἴργουσιν οἱ κρατοῦντες οὐδ’ ἀναίρεσιν
δοῦναι θέλουσι, νόμιμ’ ἀτίζοντες θεῶν.
20κοινὸν δὲ φόρτον ταῖσδ’ ἔχων χρείας ἐμῆς
Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
κεῖται, τό τ’ ἔγχος τήν τε δυστυχεστάτην
στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·
ὅς μ’ ἐξοτρύνει παῖδ’ ἐμὸν πεῖσαι λιταῖς
25νεκρῶν κομιστὴν λόγοισιν δορὸς
ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
μόνον τόδ’ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
πόλει τ’ Ἀθηνῶν. τυγχάνω δ’ ὑπὲρ χθονὸς
ἀρότου προθύουσ’, ἐκ δόμων ἐλθοῦσ’ ἐμῶν
30πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
δεσμὸν δ’ ἄδεσμον τόνδ’ ἔχουσα φυλλάδος
μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν
35πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,
σέβουσα δ’ ἱερὰ στέμματ’. οἴχεται δέ μοι
κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
ὡς τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,
τάσδ’ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς
40ὅσιόν τι δράσας· πάντα γὰρ δι’ ἀρσένων
γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.


Euripides, Suppliants (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Eur. Supp.].
<<Eur. Supp. 1 Eur. Supp. 1 (English) >>Eur. Supp. 42

Powered by PhiloLogic