Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [Diog. Laert.].
<<Diog. Laert. 9.8 Diog. Laert. 9.9 (English) >>Diog. Laert. 9.10

9.9Κεφ. θ’. ΔΙΟΓΕΝΗΣ ΑΠΟΛΛΩΝΙΑΤΗΣ

Διογένης Ἀπολλοθέμιδος Ἀπολλωνιάτης, ἀνὴρ φυσικὸς καὶ ἄγαν ἐλλόγιμος. ἤκουσε δέ, φησὶν Ἀντισθένης, Ἀναξιμένους. ἦν δὲ τοῖς χρόνοις κατ’ Ἀναξαγόραν. τοῦτόν φησιν Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν.

Ἐδόκει δὲ αὐτῷ τάδε· στοιχεῖον εἶναι τὸν ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον· τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων· οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεσθαι· τὴν γῆν στρογγύλην, ἠρεισμένην ἐν τῷ μέσῳ, τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ θερμοῦ περιφορὰν καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.

Ἀρχὴ δὲ αὐτῷ τοῦ συγγράμματος ἥδε· λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι, τὴν δ’ ἑρμηνείαν ἁπλῆν καὶ σεμνήν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [Diog. Laert.].
<<Diog. Laert. 9.8 Diog. Laert. 9.9 (English) >>Diog. Laert. 9.10

Powered by PhiloLogic