Diodorus Siculus, Library (XML Header) [genre: prose] [word count] [Diod. Sic.].
<<Diod. Sic. 16.91.3 Diod. Sic. 16.92.2 (English) >>Diod. Sic. 16.92.5

16.91.6διόπερ ἐξ ἁπάσης τῆς Ἑλλάδος μετεπέμπετο τοὺς ἰδιοξένους καὶ τοῖς ἑαυτοῦ φίλοις παρήγγειλε παραλαμβάνειν τῶν ἀπὸ τῆς ξένης γνωρίμων ὡς πλείστους. σφόδρα γὰρ ἐφιλοτιμεῖτο φιλοφρονεῖσθαι πρὸς τοὺς Ἕλληνας καὶ διὰ τὰς δεδομένας αὐτῷ τῆς ὅλης ἡγεμονίας τιμὰς ταῖς προσηκούσαις ὁμιλίαις ἀμείβεσθαι.

ch. 92 16.92.1τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατ’ ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ τῶν Ἀθηναίων. 16.92.2ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον. διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ. 16.92.3ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν. ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτ’ ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα· φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον
καὶ μεγάλων πεδίων ἀρούρας,
φρονεῖθ’ ὑπερβαλλόμενοι
δόμων δόμους, ἀφροσύνᾳ
πρόσω βιοτὰν τεκμαιρόμενοι.
δ’ ἀμφιβάλλει ταχύπουν
κέλευθον ἕρπων σκοτίαν,
ἄφνω δ’ ἄφαντος προσέβα
μακρὰς ἀφαιρούμενος ἐλπίδας
θνατῶν πολύμοχθος Ἅιδας
anon. fr. 127 (Nauck)καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν.



Diodorus Siculus, Library (XML Header) [genre: prose] [word count] [Diod. Sic.].
<<Diod. Sic. 16.91.3 Diod. Sic. 16.92.2 (English) >>Diod. Sic. 16.92.5

Powered by PhiloLogic