Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.55 Callim. H. 6.85 (English) >>Callim. H. 6.115

6.75Ὀρμενίδαι καλέοντες· ἀπ’ ὦν ἀρνήσατο μάτηρ
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.” ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
6.80τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ’ ἤλασε κάπρος
Πίνδον ἀν’ εὐάγκειαν, δ δ’ ἐννέα φάεα κεῖται.”
δειλαία φιλότεκνε, τί δ’ οὐκ ἐψεύσαο, μᾶτερ;
δαίνυεν εἰλαπίναν τις· “ἐν ἀλλοτρίοις Ἐρυσίχθων.”
6.85ἄγετό τις νύμφαν· “Ἐρυσίχθονα δίσκος ἔτυψεν,”

-- 53 --


ἔπεσ’ ἐξ ἵππων”, ἐν Ὄθρυϊ ποίμνι’ ἀμιθρεῖ.”
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
ἤσθιε μυρία πάντα· κακὰ δ’ ἐξάλλετο γαστήρ
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ’ ἐς βυθὸν οἷα θαλάσσας
6.90ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,
καὶ τούτωνἔτι μεῖζον ἐτάκετο μέσφ’ ἐπὶ νευράς·
δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
κλαῖε μὲν μάτηρ, βαρὺ δ’ ἔστενον αἱ δύ’ ἀδελφαί
6.95χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
καὶ δ’ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
6.100τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν
βλητὸν ὑπ’ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.55 Callim. H. 6.85 (English) >>Callim. H. 6.115

Powered by PhiloLogic