Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.40 Callim. H. 6.70 (English) >>Callim. H. 6.100

6.60ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
δ’ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ’ ἀπαμείψατ’ ἄνακτα
ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.”
6.65 μὲν τόσσ’ εἰποῖσ’ Ἐρυσίχθονι τεῦχε πονηρά.
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν
αἴθωνα κρατερόν, μεγάλαι δ’ ἐστρεύγετο νούσωι.
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
εἴκατι δαῖτα πένοντο, δυώδεκα δ’ οἶνον ἄφυσσον·
6.70τόσσα Διώνυσον γὰρ καὶ Δάματρα χαλέπτει·
καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
αἰδόμενοι γονέες, προχανὰ δ’ εὑρίσκετο πᾶσα.
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ’ ἄεθλα
6.75Ὀρμενίδαι καλέοντες· ἀπ’ ὦν ἀρνήσατο μάτηρ
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.” ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
6.80τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ’ ἤλασε κάπρος
Πίνδον ἀν’ εὐάγκειαν, δ δ’ ἐννέα φάεα κεῖται.”
δειλαία φιλότεκνε, τί δ’ οὐκ ἐψεύσαο, μᾶτερ;
δαίνυεν εἰλαπίναν τις· “ἐν ἀλλοτρίοις Ἐρυσίχθων.”
6.85ἄγετό τις νύμφαν· “Ἐρυσίχθονα δίσκος ἔτυψεν,”

-- 53 --


ἔπεσ’ ἐξ ἵππων”, ἐν Ὄθρυϊ ποίμνι’ ἀμιθρεῖ.”
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
ἤσθιε μυρία πάντα· κακὰ δ’ ἐξάλλετο γαστήρ
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ’ ἐς βυθὸν οἷα θαλάσσας



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.40 Callim. H. 6.70 (English) >>Callim. H. 6.100

Powered by PhiloLogic