Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.30 Callim. H. 6.60 (English) >>Callim. H. 6.90

6.50τὰν δ’ ἄρ’ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
χάζευἔφαμή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.

-- 52 --


ταῦτα δ’ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
6.55αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.”
εἷπεν παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
Δαμάτηρ δ’ ἄφατόν τι κοτέσσατο, εἴσατο δ’ θεύς·
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ’ Ὀλύμπω.
οἳ μὲν ἄρ’ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
6.60ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
δ’ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ’ ἀπαμείψατ’ ἄνακτα
ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.”
6.65 μὲν τόσσ’ εἰποῖσ’ Ἐρυσίχθονι τεῦχε πονηρά.
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν
αἴθωνα κρατερόν, μεγάλαι δ’ ἐστρεύγετο νούσωι.
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
εἴκατι δαῖτα πένοντο, δυώδεκα δ’ οἶνον ἄφυσσον·
6.70τόσσα Διώνυσον γὰρ καὶ Δάματρα χαλέπτει·
καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
αἰδόμενοι γονέες, προχανὰ δ’ εὑρίσκετο πᾶσα.
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ’ ἄεθλα
6.75Ὀρμενίδαι καλέοντες· ἀπ’ ὦν ἀρνήσατο μάτηρ
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.” ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.30 Callim. H. 6.60 (English) >>Callim. H. 6.90

Powered by PhiloLogic