Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.5 Callim. H. 6.40 (English) >>Callim. H. 6.70

6.30ὅσσον Ἐλευσῖνι, Τριόπαι θ’ ὅσον ὁκκόσον Ἔνναι.
ἀλλ’ ὅκα Τριοπίδαισιν δεξιὸς ἄχθετο δαίμων,
τουτάκις χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
σεύατ’ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
πάντας δ’ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
6.35ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας
ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
6.40ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
εἶπε δὲ χωσαμένατίς μοι καλὰ δένδρεα κόπτει;”
αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί
στέμματα καὶ μάκωνα, κατωμαδίαν δ’ ἔχε κλαῖδα.
6.45φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεισ.”
6.50τὰν δ’ ἄρ’ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
χάζευἔφαμή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.

-- 52 --


ταῦτα δ’ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
6.55αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.”
εἷπεν παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
Δαμάτηρ δ’ ἄφατόν τι κοτέσσατο, εἴσατο δ’ θεύς·
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ’ Ὀλύμπω.
οἳ μὲν ἄρ’ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.5 Callim. H. 6.40 (English) >>Callim. H. 6.70

Powered by PhiloLogic