Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.5 Callim. H. 6.15 (English) >>Callim. H. 6.45

6.5μὴ παῖς μηδὲ γυνὰ μηδ’ κατεχεύατο χαίταν,
μηδ’ ὅκ’ ἀφ’ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
Ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;),
Ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
ἁρπαγίμας ὅκ’ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
6.10πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστ’ ἐπὶ δυθμάς,
ἔστ’ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
οὐ πίες οὐδ’ ἄρ’ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
τοσσάκι δ’ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
6.15τρὶς δ’ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
μὴ μὴ ταῦτα λέγωμες δάκρυον ἄγαγε Δηοῖ·
κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
6.20ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται)

-- 51 --


π ἰδέσθαι
Οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
6.25τεῖ δ’ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί
δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός·
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δ’ ὥστ’ ἀλέκτρινον ὕδωρ
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ’ ἐπεμαίνετο χώρωι
6.30ὅσσον Ἐλευσῖνι, Τριόπαι θ’ ὅσον ὁκκόσον Ἔνναι.
ἀλλ’ ὅκα Τριοπίδαισιν δεξιὸς ἄχθετο δαίμων,
τουτάκις χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
σεύατ’ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
πάντας δ’ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.5 Callim. H. 6.15 (English) >>Callim. H. 6.45

Powered by PhiloLogic