Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.95 Callim. H. 6.125 (English) >>Callim. H. 6.135

6.115αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
εἴη μηδ’ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.

-- 54 --


ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.”
6.120χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ’ εἰς ἄλλο φυλαξεῖ.
ὡς δ’ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
6.125ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
ὡς δ’ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
6.130αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι
χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει,
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ
δωσεῖ πάντ’ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θ’ ὁμονοίαι



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.95 Callim. H. 6.125 (English) >>Callim. H. 6.135

Powered by PhiloLogic