Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.80 Callim. H. 6.110 (English) >>Callim. H. 6.135

6.100τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν
βλητὸν ὑπ’ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
6.105χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.”
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ,
καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
6.110καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
μέσφ’ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
μῶνοι ἄρ’ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
ἀλλ’ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,
καὶ τόχ’ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
6.115αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
εἴη μηδ’ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.

-- 54 --


ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.”
6.120χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ’ εἰς ἄλλο φυλαξεῖ.
ὡς δ’ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
6.125ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
ὡς δ’ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 6.80 Callim. H. 6.110 (English) >>Callim. H. 6.135

Powered by PhiloLogic