Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.60 Callim. H. 5.90 (English) >>Callim. H. 5.120

5.80τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ’ ἀποισόμενον,
Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;”
μὲν ἔφα, παιδὸς δ’ ὄμματα νὺξ ἔλαβεν.

-- 48 --


ἑστάκη δ’ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
5.85 νύμφα δ’ ἐβόασετί μοι τὸν κῶρον ἔρεξας
πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλ’ οὐκ ἀέλιον πάλιν ὄψεαι. ἐμὲ δειλάν,
5.90 ὄρος, Ἑλικὼν οὐκέτι μοι παριτέ,
μεγάλ’ ἀντ’ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.”
μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
5.95ἆγε βαρὺ κλαίοισα, θεὰ δ’ ἐλέησεν ἑταίραν
καί νιν Ἀθαναία πρὸς τόδ’ ἔλεξεν ἔπος
δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι’ ὀργάν
εἶπας· ἐγὼ δ’ οὔ τοι τέκνον ἔθηκ’ ἀλαόν.
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
5.100ἁρπάζειν· Κρόνιοι δ’ ὧδε λέγοντι νόμοι·
ὅς κε τιν’ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον· ἐπεὶ μοιρᾶν ὧδ’ ἐπένησε λίνα,
5.105ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
πόσσα δ’ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.60 Callim. H. 5.90 (English) >>Callim. H. 5.120

Powered by PhiloLogic