Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.45 Callim. H. 5.75 (English) >>Callim. H. 5.105

5.65πολλάκις δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδ’ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκ’ οὐχ ἁγεῖτο Χαρικλώ·
ἀλλ’ ἔτι καὶ τήναν δάκρυα πόλλ’ ἔμενεν,
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
5.70δή ποκα γὰρ πέπλων λυσομένα περόνας
ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
λῶντο· μεσαμβρινὰ δ’ εἶχ’ ὄρος ἁσυχία.
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ’ ἔσαν ὧραι,
πολλὰ δ’ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
5.75Τειρεσίας δ’ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
διψάσας δ’ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,
σχέτλιος· οὐκ ἐθέλων δ’ εἶδε τὰ μὴ θεμιτά·
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
5.80τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ’ ἀποισόμενον,
Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;”
μὲν ἔφα, παιδὸς δ’ ὄμματα νὺξ ἔλαβεν.

-- 48 --


ἑστάκη δ’ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
5.85 νύμφα δ’ ἐβόασετί μοι τὸν κῶρον ἔρεξας
πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλ’ οὐκ ἀέλιον πάλιν ὄψεαι. ἐμὲ δειλάν,
5.90 ὄρος, Ἑλικὼν οὐκέτι μοι παριτέ,
μεγάλ’ ἀντ’ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.”
μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.45 Callim. H. 5.75 (English) >>Callim. H. 5.105

Powered by PhiloLogic