Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.20 Callim. H. 5.50 (English) >>Callim. H. 5.80

5.40ὤιχετ’ ἔχων, Κρεῖον δ’ εἰς ὄρος ὠικίσατο·
Κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
ἔξιθ’ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
5.45σάμερον ὑδροφόροι μὴ βάπτετεσάμερον Ἄργος
πίνετ’ ἀπὸ κρανᾶν μηδ’ ἀπὸ τῶ ποταμῶ,
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ’ς Φυσάδειαν
ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
5.50ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ

-- 47 --


φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
5.55πότνι’ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δ’ ἐγώ τι
ταῖσδ’ ἐρέω. μῦθος δ’ οὐκ ἐμός, ἀλλ’ ἑτέρων.
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
5.60ἀλλὰ καὶ ἀρχαίων εὖτ’ ἐπὶ Θεσπιέων
¯˘˘¯˘˘¯˘ εἰς Ἁλίαρτον ἐλαύνοι
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
ἢ’ πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
καὶ βωμοὶ ποταμῶι κεῖντ’ ἐπὶ Κουραλίωι·
5.65πολλάκις δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδ’ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκ’ οὐχ ἁγεῖτο Χαρικλώ·
ἀλλ’ ἔτι καὶ τήναν δάκρυα πόλλ’ ἔμενεν,
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.20 Callim. H. 5.50 (English) >>Callim. H. 5.80

Powered by PhiloLogic