Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.310 Callim. H. 5.5 (English) >>Callim. H. 5.40

5 εἰς Λουτρά τῆς Παλλάδος. Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ θεὸς εὔτυκος ἕρπειν·
σοῦσθέ νυν, ξανθαί σοῦσθε Πελασγιάδες.
5.5οὔποκ’ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
οὐδ’ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
τεύχεα τῶν ἀδίκων ἦνθ’ ἀπὸ γηγενέων,
ἀλλὰ πολὺ πράτιστον ὑφ’ ἅρματος αὐχένας ἵππων
5.10λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
ἴτ’ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ’ ἀλαβάστρως
(συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
5.15μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδ’ ἀλαβάστρως
(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
οὐδ’ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
οὔτ’ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
5.20ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
οὐδ’ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρ’ Εὐρώται τοὶ Λακεδαιμόνιοι

-- 46 --


5.25ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
κῶραι, τὸ δ’ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ῥόδον σίβδας κόκκος ἔχει χροΐαν.
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.310 Callim. H. 5.5 (English) >>Callim. H. 5.40

Powered by PhiloLogic