Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.5 Callim. H. 5.30 (English) >>Callim. H. 5.60

5.20ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
οὐδ’ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρ’ Εὐρώται τοὶ Λακεδαιμόνιοι

-- 46 --


5.25ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
κῶραι, τὸ δ’ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ῥόδον σίβδας κόκκος ἔχει χροΐαν.
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
5.30ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθ’ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
5.35ὠθάνα, φέρεται δὲ καὶ Διομήδεος ἀσπίς,
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·

Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
5.40ὤιχετ’ ἔχων, Κρεῖον δ’ εἰς ὄρος ὠικίσατο·
Κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
ἔξιθ’ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
5.45σάμερον ὑδροφόροι μὴ βάπτετεσάμερον Ἄργος
πίνετ’ ἀπὸ κρανᾶν μηδ’ ἀπὸ τῶ ποταμῶ,
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ’ς Φυσάδειαν
ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.5 Callim. H. 5.30 (English) >>Callim. H. 5.60

Powered by PhiloLogic